- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:40-42
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
第40章から第42章にかけて、脱臼や骨折における様々な病態の鑑別、予後、包帯法や牽引器具を用いた整復の手順と原則、そして傷口を伴う場合の具体的な治療法が述べられています。
40. Σημεῖα παραλλαγμάτων καὶ ἐκπτωμάτων, καὶ ᾗ, καὶ ὅκως, καὶ ὅσον διαφέρει ταῦτα πρὸς ἄλληλα. Καὶ οἷσιν ἡ κοτύλη παρέαγε, καὶ οἷσι νευρίον ἀπεσπάσθη, καὶ οἷσιν ἐπίφυσις ἀπέαγε, καὶ οἷσι, καὶ ὡς, καὶ ἓν ἢ δύο, ὧν δύο ἐστίν·1 ἐπὶ τουτέοισι κίνδυνοι, ἐλπίδες, οἷσι κακαὶ, καὶ ὅτε κακώσιες θανάτου, ὑγιείης ἀσφαλείης. Καὶ ἂ ἐυβλητέα, ἢ χειριστέα, καὶ ὅτε, καὶ οὒ, ἢ ὅτε οὔ· ἐπὶ τουτέοισιν ἐλπίδες, κίνδυνοι. Οἷα καὶ ὅτε χειριστέα καὶ τὰ ἐκ γενεῆς ἔξαρθρα, τὰ αὐξανόμενα, τὰ ηὐξημένα, καὶ ὅ τι θᾶσσον, καὶ ὅ τι βραδύτερον, καὶ ὅ τι χωλὸν, καὶ ὡς, καὶ οὔ· καὶ διότι καὶ ὅ τι μινυθήσει, καὶ ᾗ, καὶ ὡς, καὶ οἷσιν ἧσσον. Καὶ ὅτι τὰ καταγέντα θᾶσσον καὶ βραδύτερον φυόμενα, ᾗ αἱ διαστροφαὶ καὶ ἐπιπωρώσιες γίνονται, καὶ ἄκη τουτέων. Οἷσιν ἕλκεα αὐτίκα ἢ ὕστερον γίνονται· οἷσι καὶ ὀστέα καταγεῖσι, μείω, οἷσιν οὔ· οἷσι καταγέντα ἐξέσχεν, καὶ ᾗ ἐξίσχει μᾶλλον· οἷσιν ἐκβάντα [ἢ] ἄρθρα ἐξίσχει. Ἀπατῶνται,2 καὶ δι᾿ ἃ, ἐν οἷσιν ὁρῶσιν, ἐν οἷσι διανοεῦνται ἀμφὶ τὰ παθήματα, ἀμφὶ τὰ θεραπεύματα. Νόμοισι τοῖσι νομίμοισι, περὶ ἐπιδέσιος· παρασκευὴ, πάρεξις, κατάτασις, διόρθωσις, ἀνάτριψις, ἐπίδεσις, ἀνάληψις, θέσις, σχῆμα, χρόνοι, δίαιται. Τὰ χαυνότατα τάχιστα φύεται, τά δ᾿ ἐναντία ἐναντίως. Διαστροφαὶ, ᾗ κυρτοί· ἄσαρκοι, ἄνευροι, ᾗ τὸ ἐκπεσόν. Τὸ ἐμπεσὸν ὡς προσωτάτω ἔσται τοῦ χωρίου, οὗ ἐξέπεσεν. Νεύρων, τὰ μὲν ἐν κινήσει καὶ ἐν πλάδῳ, ἐπιδοτικά· τὰ δὲ μὴ, ἧσσον. Ἄριστον, ᾗ ἂν ἐκπέσῃ, εἰ ἐμπέσοι τάχιστα. Πυρεταίνοντι μὴ ἐμβάλλειν, μηδὲ τεταρταῖα, πεμπταῖα, ἥκιστα ἀγκῶνα, καὶ τὰ ναρκώδεα πάντα· ὡς τάχιστα ἄριστα, τὴν φλεγμονὴν παρέντα. Τὰ ἀποσπώμενα, ἢ νεῦρα, ἢ χόνδρια, ἢ ἐπιφύσιες, ἢ διιστάμενα κατὰ συμφύσεις, ἀδύνατα ὁμοιωθῆναι· διαπωροῦται ταχέως τοῖσι πλείστοισιν· ἡ δὲ χρῆσις σώζεται. Ἐκβάντων, τὰ ἔσχατα, ῥᾷον. Τὰ ῥᾷστα ἐκπεσόντα ἥκιστα φλεγμαίνει· τὰ δὲ ἥκιστα θερμαίνοντα, καὶ μὴ ἐπιθεραπευθέντα, μάλιστα αὖθις ἐκπίπτει. Κατατείνειν ἐν σχήματι τοιουτέῳ, ἐν ᾧ μάλιστα ὑπεραιωρηθήσεται, σκεπτόμενον ἐς τὴν φύσιν καὶ τὸν τόπον. ᾟ ἐξέβη, διόρθωσις· ὀπίσω ἐς ὀρθὸν καὶ ἐς πλάγιον παρωθεῖν· τὰ δὲ ταχέως ἀντισπάσαντα ἀντισπάσαι ταχέως ἤδη ἐκ περιαγωγῆς. Τὰ πλειστάκις ἐκπίπτοντα ῥᾷον ἐμπίπτει· αἴτιον φύσις, ἢ νεύρων, ἢ ὀστέων, νεύρων μὲν, μῆκος ἢ ἐπίδοσις, ὀστέων δὲ, κοτύλης ὁμαλότης, κεφαλῆς φαλακρότης· τὸ ἔθος τρίβον ποιέει· αἰτίη, καὶ σχέσις, καὶ ἕξις, καὶ ἡλικίη. Τὸ ὑπόμυξον, ἀφλέγμαντον.
40.骨の転位や脱臼の兆候、それらがどこに、どのように、そしてどの程度互いに異なっているか。また、関節窩が部分的に割れた人々、腱が剥離した人々、骨端が骨折した人々において、どの骨が、どのように、そして二つある骨のうちの一つなのか両方なのか。これらにおける危険、予後、どのような者に悪い予後があり、いつ損傷が死をもたらし、いつ健康の回復や安全がもたらされるか。また、整復されるべきもの、あるいは処置されるべきものはどれで、それはいつか、そしていつそうすべきでないか。これらにおける予後と危険。どのような先天性脱臼が、またいつ処置されるべきか、すなわち成長期にあるもの、成長しきったものにおいて、そしてどの症例がより早く、どの症例がより遅く治るか、どれが歩行障害を伴い、どのように伴うか、あるいは伴わないか。また、なぜ、どの部分が萎縮するか、どこが、どのように、そしていかなる人においてそれがより軽度であるか。また、骨折した骨がより早く、あるいはより遅く癒合すること、歪みや仮骨過剰がどのようにして生じるか、そしてそれらの治療法。いかなる人々においてすぐに、あるいは後になって傷が生じるか。また、いかなる人々において骨折に伴って骨が短縮し、いかなる人々においてそうならないか。いかなる人々において骨折した骨が突き出し、どこでより突き出しやすいか。いかなる人々において脱臼した関節が突き出るか。人々がだまされること、また何によって、彼らが疾患や治療法に関して何を見、何を考えるときにそうなるか。包帯法に関する通常の法則:準備、配置、牽引、矯正、摩擦、包帯、吊り下げ、載置、姿勢、期間、治療食。最も緩みのある部位が最も速く癒合し、その反対の部位は反対である。歪みについては、それらがどのように弯曲するか。肉がなくなり、腱が衰えるのは、骨が脱出した側である。嵌まり込んだ骨は、それが脱出した場所からできるだけ遠くにあることになる。腱のうち、動いており、かつ湿潤な状態にあるものは伸びやすいが、そうでないものは伸びにくい。骨が脱出したとき、最も速く嵌まることが最善である。発熱している者に対しては整復してはならず、4日目や5日目には、とりわけ肘、およびしびれを伴うすべての部位については決して行ってはならない。できるだけ速やかに行うのが最善であるが、炎症が治まってからにする。剥離したもの、すなわち腱、軟骨、骨端、あるいは縫合線に沿って分離したものは、元通りに回復することは不可能である。それらの大部分においては速やかに仮骨化するが、機能は保たれる。脱臼したもののうち、末端の部位のほうが容易である。最も簡単に脱臼するものは最も炎症を起こしにくい。しかし、最も熱を持たず、追加の治療を受けなかったものは、再び脱臼することが最も多い。障害物を最もよく乗り越えうるような姿勢で牽引し、その構造と部位を考慮に入れること。外れた側から矯正を行い、後方の正しい位置へ、また側方へと押し戻す。急速に引き戻されたものは、回転運動によって、すでに速やかに逆方向に引き伸ばさなければならない。何度も脱臼するものは、より簡単に元に戻る。原因は構造であり、腱あるいは骨にある。腱においては長さや伸びやすさ、骨においては関節窩の平坦さや関節頭の滑らかさである。習慣が通り道を作る。原因は、姿勢、体質、年齢でもある。粘液に富んでいるものは、炎症を起こしにくい。
41. Οἷσον ἕλκεα ἐγένετο, ἢ αὐτίκα, ἢ ὀστέων ἐξισχόντων, ἢ ἔπειτα, ἢ κνησμῶν, ἢ τρηχυσμῶν, ταῦτα μὲν ἢν αἰσθῇ, εὐθέως οὔσας, πισσηρὴν ἐπὶ τὸ ἕλκος ἐπιθεὶς, ἐπιδεῖν ὡς ἐπὶ τὸ ἕλκος πρῶτον τὴν ἀρχὴν βαλλόμενος,3 καὶ τἄλλα ὡς οὐ ταύτῃ τοῦ σίνεος ἐόντος· οὕτω γὰρ αὐτό τε ἰσχνότατον, καὶ ἐκπυήσει τάχιστα, καὶ περιῤῥήξεται, καὶ καθαρθέντα τάχιστα φύσεται· νάρθηκας δὲ μήτε κατ᾿ αὐτὸ τοῦτο προσάγειν, μήτε πιέζειν· καὶ ὧν ὀστέα μὴ μεγάλα ἄπεισιν, οὕτω ποιέειν· ὧν δὲ μεγάλα, οὔ· πολλὴ γὰρ ἐμπύησις, καὶ ταῦτ᾿ οὐκ ἔτι οὕτως, ἀλλ᾿ ἀνέψυκται4 τῶν ὑποστασίων εἵνεκα. Τὰ δὲ τοιαῦτα ὁπόσα ἐξέσχε, καὶ εἴ τε ἐμβληθῇ, εἴ τε μὴ, ἐπίδεσις μὲν οὐκ ἐπιτήδειον, διάτασις δὲ, σφαῖραι ποιηθεῖσαι, οἷαι πέδαις, ἡ μὲν παρὰ σφυρὸν, ἡ δὲ παρὰ γόνυ, ἐς κνήμην πλατεῖαι, προσηνέες, ἰσχυραὶ, κρίκους ἔχουσαι· ῥάβδοι τε σύμμετροι κρανίης καὶ μῆκος καὶ πάχος, ὥστε διατείνειν· ἱμάντια δὲ ἐξ ἄκρων ἀμφοτέρωθεν ἔχοντα εἰς τοὺς κρίκους ἐνδεδέσθαι, ὡς τὰ ἄκρα ἐς τὰς σφαίρας ἐνστηριζόμενα διαναγκάζῃ. Ἴησις δὲ, πισσηρὴ θερμή· σχήματα, καὶ ποδὸς θέσις καὶ ἰσχίου· δίαιτα ἀτρεκής. Ἐμβάλλειν τὰ ὀστέα τὰ ὑπερίσχοντα αὐθήμερα, ἢ δευτεραῖα, τεταρταῖα δὲ ἢ πεμπταῖα, μὴ, ἀλλ᾿ ἐπὴν ἰσχνὰ ᾖ. Ἡ δ᾿ ἐμβολὴ τοῖσι μοχλικοῖσιν· ἢ τὸ ἐμβαλλόμενον τοῦ ὀστέου, ἢν μὴ ἔχῃ ἀποστήριξιν, ἀποπρῖσαι τῶν κωλυόντων. Ἀτὰρ καὶ ὡς τὰ ψιλωθέντα ἀποπεσπεῖται, καὶ βραχύτερα τὰ μέλεα.
41. すぐに、あるいは骨が突き出ることによって、あるいは後から痒みや摩擦によって傷が生じた人々について:これらに気づいたなら、すぐに傷口にタール軟膏を塗り、包帯の巻き始めをまず傷口に当てるようにして包帯を巻き、残りの部分はあたかもそこに損傷がないかのように巻く。このようにすれば、その傷口自体が最も縮み、最も速く化膿し、かさぶたが剥がれ、清浄になって最も速く癒合する。副木は、その部位に直接当ててはならず、圧迫してもならない。失われる骨が大きくない人々については、このように行う。しかし、失われる骨が大きい人々についてはそうしてはならない。なぜなら、多量の化膿が生じるため、これらはもはやそのようには扱えず、分泌物を逃がすために露出しておかなければならないからである。突き出たような症例はすべて、それが整復されようとされまいと、包帯法は適当ではなく、持続牽引が適当である。足かせのような形状に作られた、一方はくるぶしの近く、他方は膝の近くで下腿に装着する、幅広く、柔らかく、頑丈で、輪のついたパッドを用いる。そして、牽引を行うのに適度な長さと太さを持つサンシュユの棒を用意し、その両端から出た革紐をそれらの輪に結びつけ、その端がパッドに突っ張ることで引き離すようにする。治療法は、温かいタール軟膏、および足と腰の姿勢、そして厳格な治療食である。突き出た骨を整復するのは、当日あるいは2日目に行う。4日目や5日目には行ってはならず、炎症が引いたときに行うべきである。整復は梃子器具を用いて行う。あるいは、整復されるべき骨が支えを持たない場合は、整復を妨げている部分を鋸で切り落とす。しかしそうであっても、露出した部分は脱落し、その肢は短くなる。
42 Τὰ δὲ ἄρθρα, τὰ μὲν πλέον, τὰ δὲ μεῖον ὀλισθάνει· καὶ τὰ μὲν μεῖον, ἐμβαλεῖν ῥᾴδιον· τὰ δὲ πλέον μέζους ποιεῖ τὰς κακώσιας καὶ ὀστέων, καὶ νεύρων, καὶ ἄρθρων, καὶ σαρκῶν, καὶ σχημάτων. Μηρὸς δὲ καὶ βραχίων ὁμοιότατα ἐκπίπτουσιν.
42. 関節について、あるものは大きく、あるものは小さく脱臼する。そして、小さく脱臼したものは整復が容易である。しかし、大きく脱臼したものは、骨、腱、関節、肉、および姿勢に対してより大きな損傷を引き起こす。大腿と上腕は、非常によく似た方法で脱臼する。
- 40ὧν δύο ἐστίν
「二つの骨があるもののうち」の意。前腕(橈骨と尺骨)や下腿(脛骨と腓骨)のように二本の骨からなる肢において、その一方(ἕν)か両方(δύο)かという病態の鑑別を指す。
- 40ἀπατῶνται
主語が明示されていないが、文脈上、医師や治療者を指す三人称複数受動態(または中動態)。「だまされる、誤認する」の意。
- 41ἐπιδεῖν ὡς ἐπὶ τὸ ἕλκος πρῶτον τὴν ἀρχὴν βαλλόμενος
ἐπιδεῖν(包帯を巻く)は命令形として機能する不定詞。分詞 βαλλόμενος(置く、当てる)は単数主格であるが、文全体の主語(治療者)に対応する。τὴν ἀρχήν(巻き始め)は βαλλόμενος の対格。
- 41ἀνέψυκται
ἀναψύχω の完了受動態三人称単数(中性の複数主語 ταῦτα に伴い、単数動詞を受ける古典ギリシア語の規則に合致する)。「冷やされている」「露出されている」の意味で、傷口を密閉せず解放状態に保つことを指す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
