← ゴルギアス

パラメデスの弁明

§31-37

無実の訴えと公正な裁判の要求

パラメデスは自らの有徳な行いと無実を主張し、裁判員に情に流されず事実と正義に基づいて慎重な判決を下すよう懇願する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§31

δηλῶν μὲν ὅτι τοῖς τοιούτοις τὸν νοῦν προσέχω, σημεῖον δὲ ποιούμενος ὅτι τῶν αἰσχρῶν καὶ τῶν κακῶν ἔργων ἀπέχομαι· τὸ γὰρ ἐκείνοις τὸν νοῦν προσέχοντα τοῖς τοιούτοις προσέχειν ἀδύνατον.1 ἀξιῶ δ᾿, εἰ μηδὲν αὐτὸς ὑμᾶς ἀδικῶ, μηδ᾿ αὐτὸς ὑφ᾿ ὑμῶν ἀδικηθῆναι.

このような事柄に私が心を向けていることを明らかにし、また、恥ずべき行いや悪しき行いから私が遠ざかっていることの証拠を示すためです。なぜなら、あちらに心を向けている者が、このような事柄に心を向けることは不可能だからです。私は、もし私自身が皆様に何ら不正を行っていないのであれば、私自身も皆様から不正を被らないことを求めます。

§32

καὶ γὰρ οὐδὲ τῶν ἄλλων ἐπιτηδευμάτων οὕνεκ᾿ ἄξιός εἰμι κακῶς πάσχειν, οὔθ᾿ ὑπὸ νεωτέρων οὔθ᾿ ὑπὸ πρεσβυτέρων. τοῖς μὲν γὰρ πρεσβυτέροις ἄλυπός εἰμι, τοῖς δὲ νεωτέροις οὐκ ἀνωφελής· τοῖς εὐτυχοῦσιν οὐ φθονερός, τῶν δυστυχούντων οἰκτίρμων· οὔτε πενίας ὑπερορῶν, οὔτε πλοῦτον ἀρετῆς ἀλλ᾿ ἀρετὴν πλούτου προτιμῶν· οὔτ᾿ ἐν βουλαῖς ἄχρηστος οὔτ᾿ ἐν μάχαις ἀργός, ποιῶν τὸ τασσόμενον, πειθόμενος τοῖς ἄρχουσιν. ἀλλὰ γὰρ οὐκ ἐμὸν ἐμαυτὸν ἐπαινεῖν· ὁ δὲ παρὼν καιρὸς ἠνάγκασε καὶ ταῦτα, κατηγορημένον πάντως ἀπολογήσασθαι.

実際、他のいかなる行いの点からも、私は若者たちからも年長者たちからも、酷い目に遭うに値しません。年長者たちに対しては私は苦痛を与えず、若者たちに対しては無益ではないからです。幸福な人々を妬まず、不幸な人々を憐れみ、貧しさを軽蔑せず、富を徳よりも優先せず、むしろ徳を富よりも優先し、民会においても無用ではなく、戦闘においても怠惰ではなく、命じられたことを行い、支配者たちに従ってきました。しかし、自分自身を称賛することは私にふさわしいことではありません。けれども、現在の危機が、告発された者としてどうしても弁明をするよう、これらの言葉をも強制したのです。

§33

Λοιπὸς δὲ περὶ ὑμῶν πρὸς ὑμᾶς ἐστί μοι λόγος, ὃν εἰπὼν παύσομαι τῆς ἀπολογίας. οἶκτος μὲν οὖν καὶ λιταὶ καὶ φίλων παραίτησις ἐν ὄχλῳ μὲν οὔσης τῆς κρίσεως χρήσιμα· παρὰ δ᾿ ὑμῖν τοῖς πρώτοις οὖσι τῶν Ἑλλήνων καὶ δοκοῦσιν, οὐ φίλων βοηθείαις οὐδὲ λιταῖς οὐδ᾿ οἴκτοις δεῖ πείθειν ὑμᾶς, ἀλλὰ τῷ σαφεστάτῳ δικαίῳ, διδάξαντα τἀληθές, οὐκ ἀπατήσαντά με δεῖ διαφυγεῖν τὴν αἰτίαν ταύτην.

さて、私には皆様について皆様へ語るべき言葉が残されており、それを語り終えたら弁明を終えることにいたします。そもそも、哀れみを乞うことや嘆願、そして友人たちの執り成しは、裁判が群衆の前で行われる場合には有用です。しかし、ギリシア人の第一人者であり、またそのように認められている皆様の前では、友人たちの援助や嘆願や哀れみによって皆様を説得すべきではなく、最も明白な正義によって、真実を教え、欺くことなく、私はこの嫌疑を逃れなければなりません。

§34

ὑμᾶς δὲ χρὴ μὴ τοῖς λόγοις μᾶλλον ἢ τοῖς ἔργοις προσέχειν τὸν νοῦν, μηδὲ τὰς αἰτίας τῶν ἐλέγχων προκρίνειν, μηδὲ τὸν ὀλίγον χρόνον τοῦ πολλοῦ σοφώτερον ἡγεῖσθαι κριτήν, μηδὲ τὴν διαβολὴν τῆς πείρας πιστοτέραν νομίζειν. ἅπαντα μὲν γὰρ τοῖς ἀγαθοῖς ἀνδράσι μεγάλης εὐλαβείας2 ἁμαρτάνειν, τὰ δ᾿ ἀνήκεστα τῶν ἀκεστῶν ἔτι μᾶλλον· ταῦτα γὰρ προνοήσασι μὲν ἀδύνατα, μετανοήσασι δ᾿ ἀνίατα. τῶν δὲ τοιούτων ἐστίν, ὅταν ἄνδρες ἄνδρα περὶ θανάτου κρίνωσιν· ὅπερ ἐστὶ νῦν παρ᾿ ὑμῖν.

皆様は言葉よりもむしろ事実に心を向けるべきであり、また、立証よりも告発を優先してはならず、短い時間を長い時間よりも賢い裁判官とみなしてはならず、経験よりも中傷を信頼できると考えてはなりません。なぜなら、すべての過ちを犯すことは善き人々にとって大きな警戒を要することですが、取り返しのつかない過ちは、取り返しのつく過ちよりもいっそう警戒を要するからです。というのも、これらはあらかじめ配慮する人々にとっては防ぎ得ることですが、後から後悔する人々にとっては治療不可能だからです。そして、そのようなことにあたるのが、人々が一人の男を死罪について裁くときであり、それこそが今、皆様の間で行われていることです。

§35

εἰ μὲν οὖν ἦν διὰ τῶν λόγων τὴν ἀλήθειαν τῶν ἔργων καθαρῶς γενέσθαι τοῖς ἀκούουσι φανεράν, εὔπορος ἂν ἡ κρίσις ἦν ἀπὸ τῶν εἰρημένων· ἐπειδὴ δ᾿ οὐχ οὕτως ἔχει, τὸ μὲν σῶμα τοὐμὸν φυλάξατε, τὸν δὲ πλείω χρόνον ἐπιμείνατε, μετὰ δὲ τῆς ἀληθείας τὴν κρίσιν ποιήσατε. ὑμῖν μὲν γὰρ μέγας ὁ κίνδυνος ἀδίκοις φανεῖσι δόξαν τὴν μὲν καταβαλεῖν, τὴν δὲ κτήσασθαι. τοῖς δ᾿ ἀγαθοῖς ἀνδράσιν αἱρετώτερος θάνατος δόξης αἰσχρᾶς·

もし、言葉を通じて事実の真実が聞く者たちにとって明白に明らかになりうるのであったなら、すでに述べられたことから判断を下すのは容易であったでしょう。しかし実際にはそうではないのですから、私の身体を守り、より長い時間が経つのを待ち、そうして真実とともに判断を下してください。なぜなら皆様にとって、不正な者と見なされることで、一方の名声を失い、他方の名声を得るという大きな危険があるからです。そして、善き人々にとっては、死の方が恥ずべき名声よりも好ましいのです。

§36

τὸ μὲν γὰρ τοῦ βίου τέλος, ἡ δὲ τῷ βίῳ νόσος, ἐὰν δ᾿ ἀδίκως ἀποκτείνητέ με, πολλοῖς γενήσεται φανερόν· ἐγώ τε γὰρ οὐκ ἀγνώς, ὑμῖν τε παρὰ πᾶσιν Ἕλλησι γνώριμος ἡ κακότης καὶ φανερά. καὶ τὴν αἰτίαν [φανερὰν] ἅπασαν ὑμεῖς ἕξετε τῆς ἀδικίας, οὐχ ὁ κατήγορος· ἐν ὑμῖν γὰρ τὸ τέλος ἐστὶ τῆς δίκης. ἁμαρτία δ᾿ οὐκ ἂν γένοιτο μείζων ταύτης. οὐ γὰρ μόνον εἰς ἐμὲ καὶ τοκέας τοὺς ἐμοὺς ἁμαρτήσεσθε δικάσαντες ἀδίκως, ἀλλ᾿ ὑμῖν αὐτοῖς δεινὸν ἄθεον ἄδικον ἄνομον ἔργον συνεπιστήσεσθε πεποιηκότες,3 ἀπεκτονότες ἄνδρα σύμμαχον, χρήσιμον ὑμῖν, εὐεργέτην τῆς Ἑλλάδος, Ἕλληνες Ἕλληνα, φανερὰν οὐδεμίαν ἀδικίαν οὐδὲ πιστὴν αἰτίαν ἀποδείξαντες.

なぜなら、前者は生の終わりであり、後者は生に対する病気だからです。そして、もし皆様が私を不当に殺すなら、それは多くの人々にとって明白になるでしょう。というのも、私は無名ではないし、皆様の邪悪さもすべてのギリシア人の間で知れ渡り、明白になるからです。そして、その不正に対する責任のすべてを、告発者ではなく皆様が負うことになるでしょう。なぜなら、裁判の最終決定は皆様の手にあるからです。そして、これより大きな過ちはあり得ないでしょう。不当な判決を下すことによって、皆様は私と私の親たちに対して過ちを犯すだけでなく、皆様自身が恐ろしく、不敬で、不義で、法に反する行為をなしたという自覚を抱くことになるからです。すなわち、同盟者であり、皆様にとって有益であり、ギリシアの恩人である男を、ギリシア人がギリシア人を、何の明白な不正も信頼に足る容疑も証明することなく、殺してしまったという自覚を。

§37

Εἴρηται τὰ παρ᾿ ἐμοῦ, καὶ παύομαι. τὸ γὰρ ὑπομνῆσαι τὰ διὰ μακρῶν εἰρημένα συντόμως πρὸς μὲν φαύλους δικαστὰς ἔχει λόγον· τοὺς δὲ πρώτους τῶν πρώτων Ἕλληνας Ἑλλήνων οὐκ ἄξιον οὐδ᾿ ἀξιῶσαι μήτε προσέχειν τὸν νοῦν μήτε μεμνῆσθαι τὰ λεχθέντα.

私からの言葉は述べられました。これで終わります。なぜなら、長々と述べられたことを要約して思い起こさせることは、凡庸な裁判官たちに対しては理にかなっていますが、ギリシア人のうちでも最も優れた第一人者である皆様に対しては、注意を払うことも、述べられたことを思い出すことも、ふさわしくなく、また求めるべきでもないからです。

構文注3 件
  1. 31ἐκείνοις τὸν νοῦν προσέχοντα τοῖς τοιούτοις προσέχειν ἀδύνατον

    対格分詞 προσέχοντα は、対格不定詞構文における不定詞 προσέχειν の意味上の主語を表す。指示代名詞 ἐκείνοις が「悪しき行い」を指し、τοῖς τοιούτοις が「有益な発明等の善き事柄」を指して鮮やかに対比されている。

  2. 34μεγάλης εὐλαβείας

    性質や必要性を表す述語属格。省略されている連結動詞 ἐστίν と共に「大きな警戒を要する(注意すべき)ことである」という意味を表す。

  3. 36συνεπιστήσεσθε πεποιηκότες

    動詞 συνεπίσταμαι (ここでは将来完了/未来 συνεπιστήσεσθε) が再帰代名詞与格 ὑμῖν αὐτοῖς を伴い、主語と一致する主格分詞 πεποιηκότες (および続く ἀπεκτονότες) を補文に取る構文。「皆様自身が〜を行ったという自覚を抱く(自ら知る)ことになる」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0593.1st1K002.humanitext-grc1:31-37