§9.23.1Ὥσπερ αὐτὸς σὺ πολιτικοῦ συστήματος συμπληρωτικὸς εἶ, οὕτως καὶ πᾶσα πρᾶξίς σου συμπληρωτικὴ ἔστω ζωῆς πολιτικῆς.
正如你自身是社会系统的一个组成部分,你的每一个行为也同样应当是社会生活的组成部分。
ἥτις ἐὰν οὖν πρᾶξίς σου μὴ ἔχῃ τὴν ἀναφοράν, εἴτε προσεχῶς εἴτε πόρρωθεν, ἐπὶ τὸ κοινωνικὸν τέλος, αὕτη διασπᾷ τὸν βίον καὶ οὐκ ἐᾷ ἕνα εἶναι καὶ στασιώδης ἐστίν, ὥσπερ ἐν δήμῳ ὁ τὸ καθ’ αὑτὸν μέρος διιστάμενος ἀπὸ τῆς τοιαύτης συμφωνίας.
因此,你的任何行为,无论是直接地还是间接地,如果不指向社会的目标,它就会分裂生活,不允许它成为一体,并且是具有叛乱性的,就像在民众中将自己的一分子与这种和谐割裂开来的人一样。