§7.9.1Πάντα ἀλλήλοις ἐπιπλέκεται καὶ ἡ σύνὸεσις ἱερά, καὶ σχεδόν τι οὐδὲν ἀλλότριον ἄλλο ἄλλῳ·
万物皆相互交织,其纽带是神圣的;几乎没有任何事物对其他事物而言是异己的。
συγκατατέτακται γὰρ καὶ συγκοσμεῖ τὸν αὐτὸν κόσμον.
因为它们被共同排列,并共同构成了同一个宇宙。
κόσμος τε γὰρ εἷς ἐξ ἁπάντων καὶ θεὸς εἷς δι’ ἁπάντων καὶ οὐσία μία καὶ νόμος εἷς, λόγος κοινὸς πάντων τῶν νοερῶν ζῴων καὶ ἀλήθεια μία, εἴγε καὶ τελειότης μία τῶν ὁμογενῶν καὶ τοῦ αὐτοῦ λόγου μετεχόντων ζῴων.
因为由万物组成的宇宙只有一个,贯穿万物的神只有一位,实体只有一个,法律只有一条,一切理性动物所共有的理性只有一个,真理也只有一个;如果说,同类且分享同一理性的动物的完善也是唯一的话。