§5.23.1Πολλάκις ἐνθυμοῦ τὸ τάχος τῆς παραφορᾶς καὶ ὑπεξαγωγῆς τῶν ὄντων καὶ γινομένων.
你要经常沉思,存在的事物和正在生成的事物逝去与消退得有多么迅速。
ἤ τε γὰρ οὐσία οἷον ποταμὸς ἐν διηνεκεῖ ῥύσει καὶ αἱ ἐνέργειαι ἐν συνεχέσι μεταβολαῖς καὶ τὰ αἴτια ἐν μυρίαις τροπαῖς καὶ σχεδὸν οὐδὲν ἑστὼς καὶ τὸ πάρεγγυς·
因为实体就像一条奔流不息的河,活动处于不断的转化中,原因处于万千的变化中,几乎没有什么能保持静止,甚至连近在咫尺的事物也是如此。
τὸ δὲ ἄπειρον τοῦ τε παρῳχηκότος καὶ μέλλοντος ἀχανές, ᾧ πάντα ἐναφανίζεται.
而过去和未来的无限则是一个深不见底的深渊,一切都在其中消逝。
πῶς οὖν οὐ μωρὸς ὁ ἐν τούτοις φυσώμενος ἢ σπώμενος ἢ σχετλιάζων ὡς ἔν τινι χρόνῳ καὶ ἐπὶ μακρὸν ἐνοχλήσαντι;
既然如此,如果有人在这些事物中感到自负、痛苦或怨天尤人,仿佛它们具有某种持久的时间并长期烦扰着自己,那么他又怎能不愚蠢呢?