§5.1.1Ὄρθρου, ὅταν δυσόκνως ἐξεγείρῃ, πρόχειρον ἔστω ὅτι ἐπὶ ἀνθρώπου ἔργον ἐγείρομαι·
清晨,当你懒得起床时,让这个想法随时准备着:“我起床是为了做人的工作。
τί οὖν δυσκολαίνω, εἰ πορεύομαι ἐπὶ τὸ ποιεῖν ὧν ἕνεκεν γέγονα καὶ ὧν χάριν προῆγμαι εἰς τὸν κόσμον;
既然我去从事我为之出生、并为之被带入这个世界的事业,那我又有什么可抱怨的呢?
ἢ ἐπὶ τοῦτο κατεσκεύασμαι, ἵνα κατακείμενος ἐν στρωματίοις ἐμαυτὸν θάλπω;
难道我是为了躺在被窝里让自己暖和而被造出来的吗?
ἀλλὰ τοῦτο ἥδιον.
”“但这更舒服。
πρὸς τὸ ἥδεσθαι οὖν γέγονας, ὅλως δὲ σὺ πρὸς πεῖσιν ἢ πρὸς ἐνέργειαν;
”“那么,你出生是为了享受舒服,总的来说是为了受动,而不是为了活动吗?
οὐ βλέπεις τὰ φυτάρια, τὰ στρουθάρια, τοὺς μύρμηκας, τοὺς ἀράχνας, τὰς μελίσσας τὸ ἴδιον ποιούσας, τὸ καθ’ αὑτὰς συγκροτούσας κόσμον;
你没有看到小植物、小麻雀、蚂蚁、蜘蛛、蜜蜂在做它们自己的工作,并以它们自己的方式整顿世界吗?
ἔπειτα σὺ οὐ θέλεις τὰ ἀνθρωπικὰ ποιεῖν;
既然如此,你却不想做人的工作吗?
οὐ τρέχεις ἐπὶ τὸ κατὰ τὴν σὴν φύσιν;
你不奔向符合你本性的事情吗?
§5.1.2ἀλλὰ δεῖ καὶ ἀναπαύεσθαι.
” “但休息也是必要的。
φημὶ κἀγώ·
”我也这样说。
ἔδωκε μέντοι καὶ τούτου μέτρα ἡ φύσις καὶ τοῦ ἐσθίειν καὶ πίνειν καὶ ὅμως σὺ ὑπὲρ τὰ μέτρα, ὑπὲρ τὰ ἀρκοῦντα προχωρεῖς, ἐν δὲ ταῖς πράξεσιν οὐκέτι, ἀλλ’ ἐντὸς τοῦ δυνατοῦ.
然而,自然对此也设定了限度,对于饮食也是如此;可是你却超出了限度,超出了足够的量;但在行动上你却不再如此,反而停在能力范围之内。
οὐ γὰρ φιλεῖς σεαυτόν, ἐπεί τοι καὶ τὴν φύσιν ἄν σου καὶ τὸ βούλημα ταύτης ἐφίλεις.
因为你并不爱你自己;否则你就会爱你的本性以及它的意志了。
§5.1.3ἀλλ’ οἵ γε τὰς τέχνας ἑαυτῶν φιλοῦντες συγκατατήκονται τοῖς κατ’ αὐτὰς ἔργοις ἄλουτοι καὶ ἄσιτοι·
然而,那些热爱自己手艺的人,在属于手艺的工作中磨损自己,甚至不洗澡、不吃饭。
σὺ τὴν φύσιν τὴν σαυτοῦ ἔλασσον τιμᾷς ἢ ὁ τορευτὴς τὴν τορευτικὴν ἢ ὁ ὀρχηστὴς τὴν ὀρχηστικὴν ἢ ὁ φιλάργυρος τὸ ἀργύριον ἢ ὁ κενόδοξος τὸ δοξάριον;
难道你尊重自己的本性,还不如雕刻家尊重雕刻术、舞者尊重舞蹈、守财奴尊重银子、虚荣者尊重微不足道的名声吗?
καὶ οὗτοι, ὅταν προσπαθῶσιν, οὔτε φαγεῖν οὔτε κοιμηθῆναι θέλουσι μᾶλλον ἢ ταῦτα συναύξειν, πρὸς ἃ διαφέρονται· σοὶ δὲ αἱ κοινωνικαὶ πράξεις εὐτελέστεραι φαίνονται καὶ ἥσσονος σπουδῆς ἄξιαι;
这些人一旦热衷,宁可不吃不睡,也要增进他们所专注的事业;难道在你看来,共同体社会的活动是更低贱、更不值得努力的吗?