§4.29.1Εἰ ξένος κόσμου ὁ μὴ γνωρίζων τὰ ἐν αὐτῷ ὄντα, οὐχ ἧττον ξένος καὶ ὁ μὴ γνωρίζων τὰ γινόμενα.
如果一个不知道宇宙中有什么的人是宇宙的异乡人,那么一个不知道正在发生什么的人也同样是异乡人。
φυγὰς ὁ φεύγων τὸν πολιτικὸν λόγον·
逃避城邦理性的人是流亡者。
τυφλὸς ὁ καταμύων τῷ νοερῷ ὄμματι·
闭上心灵之眼的人是盲人。
πτωχὸς ὁ ἐνδεὴς ἑτέρου καὶ μὴ πάντα ἔχων παρ’ ἑαυτοῦ τὰ εἰς τὸν βίον χρήσιμα·
依赖他人且自身不具备生活所需一切事物的人是穷人。
ἀπόστημα κόσμου ὁ ἀφιστάμενος καὶ χωρίζων ἑαυτὸν τοῦ τῆς κοινῆς φύσεως λόγου διὰ τοῦ δυσαρεστεῖν τοῖς συμβαίνουσιν· ἐκείνη γὰρ φέρει τοῦτο, ἣ καὶ σὲ ἤνεγκεν·
因对所发生的事感到不满而退缩并使自己脱离共同本性之理性的人,是宇宙的脓瘤;因为正是那带给你生命(本性)的,也带来了这件事。
ἀπόσχισμα πόλεως ὁ τὴν ἰδίαν ψυχὴν τῆς τῶν λογικῶν ἀποσχίζων, μιᾶς οὔσης.
在理性者的灵魂本是一体的情况下,将自己的灵魂从中割裂开来的人,是城邦的割裂物。