§4.26.1Ἑώρακας ἐκεῖνα, ἴδε καὶ ταῦτα.
你已经看过了那些,也看看这些吧。
σεαυτὸν μὴ τάρασσε· ἅπλωσον σεαυτόν.
不要扰乱你自己;使你自己简单。
ἁμαρτάνει τις;
有人犯错吗?
ἑαυτῷ ἁμαρτάνει.
他是对自己犯错。
συμβέβηκέ σοί τι;
有什么事发生在你身上吗?
καλῶς·
甚好。
ἐκ τῶν ὅλων ἀπ̓ ἀρχῆς σοι συγκαθείμαρτο καὶ συνεκλώθετο πᾶν τὸ συμβαῖνον.
一切发生的事,从一开始就由整体为你共同注定、共同纺织好了。
τὸ δ’ ὅλον, βραχὺς ὁ βίος· κερδαντέον τὸ παρὸν σὺν εὐλογιστίᾳ καὶ δίκῃ.
总之,生命短暂;必须以理智和公正来利用当下。
νῆφε ἀνειμένως.
保持清醒,但要放松。