§3.16.1Σῶμα, ψυχή, νοῦς· σώματος αἰσθήσεις, ψυχῆς ὁρμαί, νοῦ δόγματα.
身体、灵魂、理智:属于身体的是感觉,属于灵魂的是冲动,属于理智的是原则。
τὸ μὲν τυποῦσθαι φανταστικῶς καὶ τῶν βοσκημάτων· τὸ δὲ νευροσπαστεῖσθαι ὁρμητικῶς καὶ τῶν θηρίων καὶ τῶν ἀνδρογύνων καὶ Φαλάριδος καὶ Νέρωνος· τὸ δὲ τὸν νοῦν ἡγεμόνα ἔχειν ἐπὶ τὰ φαινόμενα καθήκοντα καὶ τῶν θεοὺς μὴ νομιζόντων καὶ τῶν τὴν πατρίδα ἐγκαταλειπόντων καὶ τῶν ποιούντων, ἐπειδὰν κλείσωσι τὰς θύρας.
通过印象而受塑造,这也是牲畜所共有的;因冲动而像傀儡般被丝线牵引,这也是野兽、柔弱无骨者、法拉里斯和尼禄所共有的;将理智视作对待表面义务的引导者,这也是不信神明者、背叛祖国者以及关上门行事者所共有的。
§3.16.2εἰ οὖν τὰ λοιπὰ κοινά ἐστι πρὸς τὰ εἰρημένα, λοιπὸν τὸ ἴδιόν ἐστι τοῦ ἀγαθοῦ φιλεῖν μὲν καὶ ἀσπάζεσθαι τὰ συμβαίνοντα καὶ συγκλωθόμενα αὐτῷ, τὸν δὲ ἔνδον ἐν τῷ στήθει ἱδρυμένον δαίμονα μὴ φύρειν μηδὲ θορυβεῖν ὄχλῳ φαντασιῶν, ἀλλὰ ἵλεων διατηρεῖν, κοσμίως ἑπόμενον θεῷ, μήτε φθεγγόμενόν τι παρὰ τὰ ἀληθῆ μήτε ἐνεργοῦντα παρὰ τὰ δίκαια.
因此,如果其余的一切对于上述之人都是共有的,那么剩下属于善人特有的品质,就是热爱并欣然接受降临于他、并与他纺织在一起的命运,不让安居在胸中的神性被纷乱的印象所玷污或扰乱,而是保持它的安详,循规蹈矩地顺从神明,既不说违背真理的话,也不做违背正义的事。
εἰ δὲ ἀπιστοῦσιν αὐτῷ πάντες ἄνθρωποι, ὅτι ἁπλῶς καὶ αἰδημόνως καὶ εὐθύμως βιοῖ, οὔτε χαλεπαίνει τινὶ τούτων οὔτε παρατρέπεται τῆς ὁδοῦ τῆς ἀγούσης ἐπὶ τὸ τέλος τοῦ βίου, ἐφ’ ὃ δεῖ ἐλθεῖν καθαρόν, ἡσύχιον, εὔλυτον, ἀβιάστως τῇ ἑαυτοῦ μοίρᾳ συνηρμοσμένον.
即使所有人都不相信他过着朴素、谦逊且愉悦的生活,他也绝不对他们中的任何人生气,亦不偏离通往生命终点的道路;他必须以纯洁、平静、易于解脱、毫不勉强地与自身命运相谐和的状态,抵达这一终点。