§2.7.1Περισπᾷ τί σε τὰ ἔξωθεν ἐμπίπτοντα;
外界落入你身上的事物,有什么在分你的心吗?
καὶ σχολὴν πάρεχε σεαυτῷ τοῦ προσμανθάνειν ἀγαθόν τι καὶ παῦσαι ῥεμβόμενος.
那么,给你自己一些闲暇去额外学习某种善,并停止徘徊。
ἤδη δὲ καὶ τὴν ἑτέραν περιφορὰν φυλακτέον·
然而,现在也必须警惕另一种迷失。
ληροῦσι γὰρ καὶ διὰ πράξεων οἱ κεκμηκότες τῷ βίῳ καὶ μὴ ἔχοντες σκοπόν, ἐφ’ ὃν πᾶσαν ὁρμὴν καὶ καθάπαξ φαντασίαν ἀπευθύνουσιν.
因为那些对生活感到疲惫、且没有一个目标可以作为他们指引自己一切冲动和所有表象之准绳的人,即使在行动中也同样是在虚度光阴。