§2.3.1Τὰ τῶν θεῶν προνοίας μεστά.
属于神的事物充满了神意。
τὰ τῆς τύχης οὐκ ἄνευ φύσεως ἢ συγκλώσεως καὶ ἐπιπλοκῆς τῶν προνοίᾳ διοικουμένων.
属于命运的事物也非脱离自然,亦非脱离由神意所支配之物的交织与错综。
πάντα ἐκεῖθεν ῥεῖ· πρόσεστι δὲ τὸ ἀναγκαῖον καὶ τὸ τῷ ὅλῳ κόσμῳ συμφέρον, οὗ μέρος εἶ.
一切皆从彼处流出;此外,还伴随着必然性,以及对整个宇宙有益的事物,而你正是这宇宙的一部分。
παντὶ δὲ φύσεως μέρει ἀγαθόν, ὃ φέρει ἡ τοῦ ὅλου φύσις καὶ ὃ ἐκείνης ἐστὶ σωστικόν.
对于自然的每一个部分而言,凡是由整体自然所带来的、以及能够维护整体自然的事物,皆是美好的。
σῴζουσι δὲ κόσμον, ὥσπερ αἱ τῶν στοιχείων, οὕτως καὶ αἱ τῶν συγκριμάτων μεταβολαί.
正如元素的变化一样,复合物的变化也维系着宇宙。
ταῦτά σοι ἀρκείτω καὶ δόγματα ἔστω.
让这些对你而言已足够,并让它们成为你的信条。
τὴν δὲ τῶν βιβλίων δίψαν ῥῖψον, ἵνα μὴ γογγύζων ἀποθάνῃς, ἀλλὰ ἵλεως ἀληθῶς καὶ ἀπὸ καρδίας εὐχάριστος τοῖς θεοῖς.
抛弃对书本的渴望吧,免得你在抱怨中死去,而是真正欢喜、并从心底里感激神明地死去。