§11.6.1Πρῶτον αἱ τραγῳδίαι παρήχθησαν ὑπομνηστικαὶ τῶν συμβαινόντων καὶ ὅτι ταῦτα οὕτως πέφυκε γίνεσθαι καὶ ὅτι, οἷς ἐπὶ τῆς σκηνῆς ψυχαγωγεῖσθε, τούτοις μὴ ἄχθεσθε ἐπὶ τῆς μείζονος σκηνῆς·
首先,悲剧被引入,是为了提醒人们注意所发生的事,并且提醒人们:这些事如此发生乃是自然之理;而且,对于那些在舞台上吸引你们的事物,在更大的舞台上也不要感到愤恨。
ὁρᾶτε γὰρ ὅτι οὕτως δεῖ ταῦτα περαίνεσθαι καὶ ὅτι φέρουσιν αὐτὰ καὶ οἱ κεκραγότες· ʽἰὼ Κιθαιρών.
因为你们看到,这些事必然如此终结,而且甚至连那些高喊“哀哉,基泰戎!
ʼ καὶ λέγεται δέ τινα ὑπὸ τῶν τὰ δράματα ποιούντων χρησίμως·
”的人也在承受着它们。
οἷόν ἐστιν ἐκεῖνο μάλιστα· "εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ, ἔχει λόγον καὶ τοῦτο·
剧作家们也说出了一些有益的话,特别是以下这句: “若我和我的孩子为神明所忽视,这亦有其道理。
"
καὶ πάλιν· "τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι· "
καί· "βίον θερίζειν ὥστε κάρπιμον στάχυν· "
” 又如: “不应对万事境遇发怒;” 以及: “收割生命,犹如收割丰收的麦穗。
§11.6.2καὶ ὅσα τοιαῦτα.
” 以及其他诸如此类的话。
μετὰ δὲ τὴν τραγῳδίαν ἡ ἀρχαία κωμῳδία παρήχθη, παιδαγωγικὴν παρρησίαν ἔχουσα καὶ τῆς ἀτυφίας οὐκ ἀχρήστως δι’ αὐτῆς τῆς εὐθυρρημοσύνης ὑπομιμνῄσκουσα· πρὸς οἷόν τι καὶ Διογένης ταυτὶ παρελάμβανε.
在悲剧之后,古喜剧被引入,它具有教育性的直言不讳,并通过这种坦率的言辞有益地提醒人们不要虚妄;第欧根尼也为了类似的目的而采纳了这些。
μετὰ ταύτην ἡ μέση κωμῳδία καὶ λοιπὸν ἡ νέα πρὸς τί ποτε παρείληπται, ἣ κατ’ ὀλίγον ἐπὶ τὴν ἐκ μιμήσεως φιλοτεχνίαν ὑπερρύη, ἐπίστησον.
在此之后,请注意,中期喜剧以及随后的新喜剧究竟是为什么被引入的,它们渐渐退化为仅仅依靠模仿的技巧。
ὅτι μὲν γὰρ λέγεται καὶ ὑπὸ τούτων τινὰ χρήσιμα οὐκ ἀγνοεῖται, ἀλλὰ ἡ ὅλη ἐπιβολὴ τῆς τοιαύτης ποιήσεως καὶ δραματουργίας πρὸς τίνα ποτὲ σκοπὸν ἀπέβλεψεν;
因为,即使是这些创作者也说了一些有益的话,这一点并非不为人知,但是,此类诗作和剧作的整体构想究竟指向了什么目的呢?