§10.12.1Τίς ὑπονοίας χρεία παρὸν σκοπεῖν τί δεῖ πραχθῆναι, κἂν μὲν συνορᾷς, εὐμενῶς, ἀμεταστρεπτὶ ταύτῃ χωρεῖν· ἐὰν δὲ μὴ συνορᾷς, ἐπέχειν καὶ συμβούλοις τοῖς ἀρίστοις χρῆσθαι·
既然可以审视应当做什么,何需心存疑虑? 如果你能看清,就心平气和、毫不犹豫地沿着这条路走下去;如果你看不清,就先停下来,寻求最好的顾问的建议。
ἐὰν δὲ ἕτερά τινα πρὸς ταῦτα ἀντιβαίνῃ, προιέναι κατὰ τὰς παρούσας ἀφορμὰς λελογισμένως, ἐχόμενον τοῦ φαινομένου δικαίου;
如果还有其他阻碍挡在面前,就根据现有的条件,深思熟虑地前行,紧紧把握住显现为正义的事物。
ἄριστον γὰρ κατατυγχάνειν τούτου, ἐπεί τοι ἥ γε ἀπόπτωσις ἀπὸ τούτου ἐστίν.
因为达到这一点是最好的,因为偏离这一点才是真正的失败。
σχολαῖόν τι καὶ ἅμα εὐκίνητόν ἐστι καὶ φαιδρὸν ἅμα καὶ συνεστηκὸς ὁ τῷ λόγῳ κατὰ πᾶν ἑπόμενος.
在一切事上追随理性的人,既从容不迫又行动敏捷,既开朗乐观又内敛沉稳。