§1Ἐπικτήτου.
爱比克泰德。
Θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε· οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιμᾷ τὸ θεῖον.
当以公正且适度的性情敬奉神明,而勿以无度的礼物谄媚之;因为神既不喜谄媚,谄媚者亦非敬重神圣。
Θεοῖς θῦε μὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλʼ ἡνίκα ἂν φρονήσῃς, τὸ μὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιμόνων, τὸ δὲ φρονεῖν μόνον ἴδιον εὐδαιμόνων.
当在得智慧之时向神献祭,而非在得财富之时;因为富有亦为不幸者所有,而智慧则唯独属于幸福者。
§2Παρὰ θεῶν μὴ συνεχῆ αἴτει ὑγίειαν σώματος, ἀλλὰ διη νεκῶς λάμβανε σωφροσύνην ψυχῆς· καὶ οὔτε ῥᾳδίως νοσήσεις οὔτε νοσῶν δυσαρεστήσεις.
勿向神求肉体之持续健康,当恒常领受灵魂之节制;如此,你既不易生病,即或生病亦不怨天尤人。
§3Μὴ ὧν ἐπιθυμεῖς ταῦτα παρὰ θεῶν αἴτει, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλαγῇς τῆς ἐπιθυμίας, τοῦτο ζήτει παρὰ θεῶν.
勿向神求你所欲之物,当向神寻求此点:如何使你免于欲望本身。
τότε σου εἰσακούουσιν οἱ θεοί, ἡνίκα ἂν μὴ περὶ τῶν ἡδέων, ἀλλὰ περὶ τῶν καλῶν εὔχῃ.
当你非为享乐之事、而为美好之事祈祷时,神明才会听允你。
καὶ τότε σοι δώσουσι τὰ καλά, ἡνίκα μὴ ἡδονῇ, ἀλλʼ ἀρετῇ χαίρεις.
且当你非因快乐、而因美德喜悦之时,神明方会将美好赐予你。
§4Μέμνησο παρὰ τῶν μεγάλων αἰτεῖν τὰ μεγάλα· μικρὰ γὰρ οὐκ ἂν δοῖεν.
切记当向伟大者求伟大之事;因为他们不会给予微小之事。
οὐδὲν θεοῦ μεῖζον καὶ ὑψηλότερον· εὐχόμενος τοιγαροῦν θεοῖς αἴτει τὰ θεῖα, ὧν οὐδὲν σάρκινον καὶ γήινον ψαύει πάθος.
无物比神更伟大、更高尚;故此,向神祈祷时,当求神圣之事,此等事非任何属肉体与属尘世的激情所能触及。
§5Ἐπικτήτου.
爱比克泰德。
Ὥσπερ μέλιτταν οὐ διὰ τὸ κέντρον μισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τημελεῖς, οὕτω καὶ φίλον μὴ διʼ ἐπίπληξιν ἀποστραφῇ, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα.
正如你不会因刺而厌恶蜜蜂,反而因其成果而照料它,同样,亦勿因责备而背弃朋友,反当因其善意而爱之。
§6Ἐοίκασιν οἱ κόλακες κηφῆσι· καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καμάτους.
谄媚者好比雄蜂;因为他们既懒惰又无刺,且消耗他人的劳动成果。
οἱ φθονεροὶ σφηξί· καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀμετάδοτοι καὶ ἄχρ‹ε›ιοι.
嫉妒者好比黄蜂;因为他们好刺人、贫瘠、不愿分享且无用。
οἱ χρηστοὶ μελίτταις· καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκον ομικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί.
善良者好比蜜蜂;因为他们勤劳、亲力亲为、善于理家、富足、温和、会责备且合群。
ὥστʼ, εἰ βούλει φίλος ὑπάρχων μετὰ πολλῶν διάγειν φίλων, μι μοῦ τὴν μέλιτταν· καθαρὸν ἔστω σοι τὸ σμῆνος κηφήνων καὶ σφηκῶν.
因此,若你想作为朋友与许多朋友共处,当效法蜜蜂;愿你的蜂巢里没有雄蜂与黄蜂,保持清洁。
§7Τοὺς εἰς φιλίαν σοι καθιέντας δοκίμαζε μὴ ἐξ ὧν σοι δω ροῦνται, ἀλλʼ ἐξ ὧν ἑαυτοῖς μνῶνται καὶ χαρίζονται καὶ κατεπ ηγγείλαντο καὶ διέθεσαν.
考验那些与你结交友谊的人,不要根据他们赠送给你什么,而要根据他们为自己争取、施予、承诺和安排了什么。
§8Οὐ τὰ χρήματα φίλοι, ἀλλʼ ὁ φίλος χρήματα.
非钱财是朋友,乃朋友是钱财。
καὶ χρήματα μὲν φιλίαν οὐδέποτʼ ἂν ἐργάσαιντο, ὥσπερ οὐδὲ γῇ θεόν· φιλία δὲ χρήματα καὶ ἄλλως ἂν κτήσαιτο, καθάπερ θεὸς γῆν.
钱财绝不能创造友谊,正如土地不能创造神;但友谊亦能通过其他方式获得钱财,正如神支配土地一般。