Humanitext Reader

阿基米德 · 引理集 §15

由正五边形边长构造半径与外中比

第 7 段,共 7 段 · 希腊语

内容简介

在与半圆内接正五边形的一边相关的几何图形中,证明了所构造的直线 ΕΗ 及 △Ε 等于圆的半径,并推导出线段 ΑΓ 在点 △ 处被分成外中比(黄金比)的推论。

§15## ιε΄. Ἔστω ἁμικύκλιον τὸ ΑΒ καὶ ἁ ΑΓ πλευρὰ τοῦ ἐγγεγραμμένου ἰσοπλεύρου τε καὶ ἰσογωνίου πενταγώνου, τετμάσθω δὲ περιφέρεια ἁ ΑΓ δίχα κατὰ τὸ △, ἐπιζευχθεῖσα δὲ ἁ Γ△ ἐκβεβλήσθω ἐπὶ τὸ Ε, καὶ ἀπὸ τοῦ △ σαμείου διάχθω ἁ △Β τέμνουσα πλευρὰν τὰν ΑΓ κατὰ τὸ Ζ, καὶ ἀπὸ τοῦ Ζ ἄχθω τᾷ ΑΒ ποτʼ ὀρθὰς ἁ ΖΗ φαμὶ δή, εὐθεῖα ἁ ΕΗ τᾷ ἐκ τοῦ κέντρου τοῦ κύκλου ἴσα ἐστίν.
## ιε΄. 设有半圆 ΑΒ,且令 ΑΓ 为内接等边且等角五边形的一边。 令弧 ΑΓ 在点 △ 处被二等分,连结 Γ△ 并使其延长至点 Ε。 且自点 △ 引出 △Β 与边 ΑΓ 相交于点 Ζ,自点 Ζ 向 ΑΒ 引出垂线 ΖΗ。 我断言,直线 ΕΗ 等于该圆的半径。
Ἐπεζεύχθω γὰρ ἁ ΓΒ, καὶ ἔστω κέντρον τοῦ κύκλου τὸ Θ σαμεῖον, καὶ ἄχθωσαν αἱ Θ△, △Η, Α△ εὐθεῖαι.
连结 ΓΒ,令圆心为点 Θ,引出直线 Θ△, △Η, Α△。
Ἐπεὶ οὖν γωνία ἁ ὑπὸ ΑΒΓ δύο πέμπτα ὀρθᾶς ἐστιν, γωνία ἁ ὑπὸ ΓΒ△, τουτέστι ἁ ὑπὸ △ΒΑ, ἓν πεμπταμόριον ὀρθᾶς ἐστιν· γωνία ἄρα ἁ ὑπὸ △ΘΑ δύο πέμπτα ὀρθᾶς ἐστιν.
因为,既然角 ΑΒΓ 是直角的五分之二,则角 ΓΒ△(即角 △ΒΑ)是直角的五分之一;因此,角 △ΘΑ 是直角的五分之二。
Καὶ ἐπεὶ ἐν δυσὶ τριγώνοις τοῖς ΓΒΖ, ΗΒΖ δύο γωνίαι αἱ ποτὶ τῷ Β ἴσαι ἀλλάλαις ἐντί, ὀρθαὶ δὲ αἱ ποτὶ τὰ Η, Γ σαμεῖα, κοινὰ δὲ πλευρὰ ἁ ΒΖ, ἐσσεῖται ἄρα καὶ βάσις ἁ ΒΓ βάσει τᾷ ΒΗ ἴσα.
并且,在两个三角形 ΓΒΖ, ΗΒΖ 中,在 Β 处的两个角彼此相等,而在点 Η, Γ 处的角是直角,边 ΒΖ 是公共的,因此底边 ΒΓ 也将等于底边 ΒΗ。
Πάλιν ἐπεὶ ἐν δυσὶ τριγώνοις τοῖς ΓΒ△, ΗΒ△ δύο πλευραὶ αἱ ΓΒ, ΒΗ ἴσαι ἀλλάλαις ἐντί, γωνίαι δὲ αἱ ποτὶ τῷ Β ἴσαι, κοινὰ δὲ πλευρὰ ἁ Β△, ἐσσεῖται ἄρα γωνία ἁ ὑπὸ ΒΓ△ γωνίᾳ τᾷ ὑπὸ ΒΗ△, τουτέστιν ἐπιπέμπτῳ ὀρθᾶς, ἴσα·
再次,在两个三角形 ΓΒ△, ΗΒ△ 中,两边 ΓΒ, ΒΗ 彼此相等,且在 Β 处的角相等,边 Β△ 是公共的,因此角 ΒΓ△ 将等于角 ΒΗ△(即直角的一又五分之一)。
ἔστι BD δὲ ἑκατέρα τῶν ὑπὸ ΒΓ△, ΒΗ△ γωνιῶν γωνίᾳ τᾷ ἐκτὸς τοῦ ἐν τῷ κύκλῳ τετραπλεύτοῦ ῥοῦ ΒΑ△Γ, τουτέστι τᾷ △ΑΕ, ἴσα γωνία ἄρα ἁ ὑπὸ △ΑΒ γωνίᾳ τᾷ ὑπὸ △ΗΑ ἔστιν ἴσα, καὶ πλευρὰ ἁ △Α τᾷ △Η. Καὶ ἐπεὶ γωνία ἁ ὑπὸ △ΘΗ βε΄ ὀρθᾶς ἐστι καὶ ἁ ὑπὸ △ΗΘ ἐπίπεμπτος ὀρθᾶς, γωνία ἄρα ἁ ὑπὸ Θ△Η βέ ὀρθᾶς ἐστιν πλευρὰ ἄρα ἁ △ Η πλευρᾷ τᾷ ΗΘ ἐστὶν ἴσα.
而角 ΒΓ△, ΒΗ△ 的每一个,都等于圆内接四边形 ΒΑ△Γ 的外角(即角 △ΑΕ)。 因此,角 △ΑΒ 等于角 △ΗΑ,且边 △Α 等于 △Η。 并且,因为角 △ΘΗ 是直角的五分之二,且角 △ΗΘ 是直角的一又五分之一,因此角 Θ△Η 是直角的五分之二;所以,边 △Η 等于边 ΗΘ。
Πάλιν, ἐπεὶ γωνία ἁ ὑπὸ Α△Ε τοῦ ἐν τῷ κύκλῳ τετραπλεύρου τοῦ Α△ΓΒ ἐκτός ἐστιν, ἐσσεῖται ἄρα γωνία ἁ ὑπὸ Α△Ε γωνίᾳ τᾷ ὑπὸ ΑΒΓ ἴσα· ἔστι δὲ γωνία ἁ ὑπὸ ΑΒΓ βγ΄ ὀρθᾶς γωνία ἄρα ἁ ὑπὸ Α△Ε γωνίᾳ τᾷ ὑπὸ Η△Θ ἐστὶν ἴσα.
再次,因为角 Α△Ε 是圆内接四边形 Α△ΓΒ 的外角,因此角 Α△Ε 将等于角 ΑΒΓ;而角 ΑΒΓ 是直角的五分之二,所以角 Α△Ε 等于角 Η△Θ。
Καὶ ἐπεὶ ἐν δυσὶ τριγώνοις τοῖς Ε△Α, Θ△Η δύο γωνίαι αἱ ὑπὸ Ε△Α, △ΑΕ δυσὶ ταῖς ὑπὸ Θ△Η. △ΗΘ ἑκατέρα ἑκατέρᾳ ἴσαι ἐντί, βάσις δὲ ἁ △Α βάσει τᾷ △Η ἴσα, πλευρὰ ἄρα ἁ ΕΑ πλευρᾷ τᾷ ΘΗ ἴσα ἐστίν.
并且,在两个三角形 Ε△Α, Θ△Η 中,两个角 Ε△Α, △ΑΕ 分别等于两个角 Θ△Η, △ΗΘ,且底边 △Α 等于底边 △Η,所以边 ΕΑ 等于边 ΘΗ。
Κοινὰ ποτικείσθω ἁ ΑΗ εὐθεῖα ἄρα ἁ ΕΗ εὐθείᾳ τᾷ ΑΘ, τουτέστι τᾷ ἐκ τοῦ κέντρου τοῦ κύκλου, ἴσα ἐστίν·
令公共的 ΑΗ 相加;因此,直线 ΕΗ 等于直线 ΑΘ(即该圆的半径)。
δέδεικται οὖν τὸ προτεθέν.
故所求证者已明。
ΠΟΡΙΣΜΑ Ἐκ τούτου δὴ φανερὸν ὅτι εὐθεῖα ἁ △Ε τᾷ ἐκ τοῦ κέντρου τοῦ κύκλου ἐστὶν ἴσα.
推论由此显然,直线 △Ε 等于该圆的半径。
Ἐπεὶ γὰρ γωνία ἁ ὑπὸ △ΑΕ γωνίᾳ τᾷ ὑπὸ △ΗΘ ἴσα ἐστίν, ἐσσεῖται καὶ πλευρὰ ἁ △Θ πλευρᾷ τᾷ △Ε, τουτέστι τᾷ ΑΘ, ἴσα.
因为,既然角 △ΑΕ 等于角 △ΗΘ,则边 △Θ 也将等于边 △Ε(即 ΑΘ)。
ΠΟΡΙΣΜΑ Καὶ ἔτι δῆλον ὅτι εὐθεῖα ἁ ΑΓ ἄκρον καὶ μέσον τέτμαται κατὰ τὸ △ σαμεῖον τμᾶμα δὲ τὸ △Ε τὸ μεῖζόν ἐστιν, ἐπεὶ ἁ Ε△ πλευρὰ τοῦ ἑξαγώνου, ἁ δὲ △Γ πλευρὰ τοῦ δεκαγώνου τῶν ἐν τῷ κύκλῳ ἐγγραφομένων.
推论此外显然,直线 ΑΓ 在点 △ 处被分成外中比(黄金比),且线分 △Ε 是较大的一部分,因为 Ε△ 是内接于圆的六边形的一边,而 △Γ 是十边形的一边。

词汇与语法注释

  1. 15γωνία ἁ ὑπὸ ΑΒΓ — 介词 “ὑπό” 后接表示构成角的三个顶点(此处为 Α, Β, Γ)的宾格,是希腊数学文献中表示“由 Α, Β, Γ 所夹的角”(即“角 ΑΒΓ”)的规范几何表达。
  2. ¦p.163¦βγ΄ — 抄本不一致处。鉴于前段中角 ΑΒΓ 已被明确指为直角的“五分之二”(δύο πέμπτα, βε΄),此处的 “βγ΄”(三分之二)判定为 “βε΄”(五分之二)的笔误,翻译中均处理为“五分之二”。
  3. ¦p.164¦ἄκρον καὶ μέσον τέτμαται — 意为“被分成外中比(即黄金比)”的几何学术语。该表达通常与名词 “λόγον”(比)连用,此处省略了该词,仅使用了动词 “τέμνω” 的多利亚方言完成时被动单三形式 “τέτμαται”。

引用这一段

阿基米德, 引理集 §15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0552.tlg011.humanitext-grc1:15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。