Humanitext Reader

阿基米德 · 圆的度量 §3#2

通过内接多边形计算圆周率下限

第 3 段,共 3 段 · 希腊语

内容简介

阿基米德通过使用圆内接九十六边形计算圆周长与直径之比的下限,证明圆周长大于直径的三倍又七十一分之十,并最终得出了圆周率的范围结论。

§3#2Ἔστω κύκλος καὶ διάμετρος ἡ ΑΓ, ἡ δὲ ὑπὸ ΒΑΓ τρίτου ὀρθῆς· ἡ ΑΒ ἄρα πρὸς ΒΓ ἐλάσσονα λόγον ἔχει ἢ ὃν αταν πρὸς ψπ.
设有一圆,其直径为 ΑΓ,且角 ΒΑΓ 为直角的三分之一;因此 ΑΒ 与 ΒΓ 之比小于 1351 比 780。
Δίχα ἡ ὑπὸ ΒΑΓ τῇ ΑΗ. Ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ὑπὸ ΒΑΗ τῇ ὑπὸ ΗΓΒ, ἀλλὰ καὶ τῇ ὑπὸ ΗΑΓ, καὶ ἡ ὑπὸ ΗΓΒ τῇ ὑπὸ ΗΑΓ ἐστὶν ἴση.
设角 ΒΑΓ 被 ΑΗ 二等分。 因为角 ΒΑΗ 等于角 ΗΓΒ,但它也等于角 ΗΑΓ,所以角 ΗΓΒ 也等于角 ΗΑΓ。
Καὶ κοινὴ ἡ ὑπὸ ΑΗΓ ὀρθή· καὶ τρίτη ἄρα ἡ ὑπὸ ΗΖΓ τρίτῃ τῇ ὑπὸ ΑΓΗ ἴση.
且共同的角 ΑΗΓ 是直角;因此第三个角 ΗΖΓ 也等于第三个角 ΑΓΗ。
Ἰσογώνιον ἄρα τὸ ΑΗΓ τῷ ΓΗΖ τριγώνῳ· ἔστιν ἄρα, ὡς ἡ ΑΗ πρὸς ΗΓ, ἡ ΓΗ πρὸς ΗΖ καὶ ἡ ΑΓ πρὸς ΓΖ. Ἀλλʼ ὡς ἡ ΑΓ πρὸς ΓΖ, συναμφότερος ἡ ΓΑΒ πρὸς ΒΓ· καὶ ὡς συναμφότερος ἄρα ἡ ΒΑΓ πρὸς ΒΓ, ἡ ΑΗ πρὸς ΗΓ. Διὰ τοῦτο οὖν ἡ ΑΗ πρὸς ΗΓ ἐλάσσονα λόγον ἔχει ἤπερ βϡια πρὸς ψπ, ἡ δὲ ΑΓ πρὸς τὴν ΓΗ ἐλάσσονα ἢ ὃν γιγ U+2220΄ δ΄ πρὸς ψπ.
所以三角形 ΑΗΓ 与三角形 ΓΗΖ 等角;因此,正如 ΑΗ 比 ΗΓ,ΓΗ 比 ΗΖ 且 ΑΓ 比 ΓΖ。 但是正如 ΑΓ 比 ΓΖ,ΓΑ 与 ΑΒ 之和比 ΒΓ;因此正如 ΒΑ 与 ΑΓ 之和比 ΒΓ,ΑΗ 比 ΗΓ。 所以由于这个原因,ΑΗ 与 ΗΓ 之比小于 2911 比 780,而 ΑΓ 与 ΓΗ 之比小于 3013 又 1/2 又 1/4 比 780。
Δίχα ἡ ὑπὸ ΓΑΗ τῇ ΑΘ· ἡ ΑΘ ἄρα διὰ τὰ αὐτὰ πρὸς τὴν ΘΓ ἐλάσσονα λόγον ἔχει ἢ ὃν εϡκδ U+2220΄ δ΄ πρὸς ψπ ἢ ὃν αωκγ πρὸς σμ· ἑκατέρα γὰρ ἑκατέρας δ ιγ΄· ὥστε ἡ ΑΓ πρὸς τὴν ΓΘ ἢ ὃν αωλη θ ια΄ πρὸς σμ.
设角 ΓΑΗ 被 ΑΘ 二等分;因此由于同样的原因,ΑΘ 与 ΘΓ 之比小于 5924 又 1/2 又 1/4 比 780,即小于 1823 比 240(因为后者的每一项都是前者的每一项的十三分之四);从而 ΑΓ 与 ΓΘ 之比小于 1838 又 9/11 比 240。
Ἔτι δίχα ἡ ὑπὸ ΘΑΓ τῇ ΚΑ· καὶ ὁ ΑΚ πρὸς τὴν ΚΓ ἐλάσσονα λόγον ἔχει ἢ ὃν αζ πρὸς ξς· ἑκατέρα γὰρ ἑκατέρας ια μ΄.
再者,设角 ΘΑΓ 被 ΚΑ 二等分;且 ΑΚ 与 ΚΓ 之比小于 1007 比 66(因为后者的每一项都是前者的每一项的四十分之十一)。
Ἡ ΑΓ ἄρα πρὸς ΚΓ ἢ ὃν αθ ϛ΄ πρὸς ξς.
因此 ΑΓ 与 ΚΓ 之比小于 1009 又 1/6 比 66。
Ἔτι δίχα ἡ ὑπὸ ΚΑΓ τῇ ΛΑ· ἡ ΑΛ ἄρα πρὸς ΛΓ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ βις ϛ΄ πρὸς ξς, ἡ δὲ ΑΓ πρὸς ΓΛ ἐλάσσονα ἢ τὰ βιζ δ΄ πρὸς ξς.
再者,设角 ΚΑΓ 被 ΛΑ 二等分;因此 ΑΛ 与 ΛΓ 之比小于 2016 又 1/6 比 66,而 ΑΓ 与 ΓΛ 之比小于 2017 又 1/4 比 66。
Ἀνάπαλιν ἄρα ἡ περίμετρος τοῦ πολυγώνου πρὸς τὴν διάμετρον μείζονα λόγον ἔχει ἤπερ ςτλς πρὸς βιζ δ΄. ἅπερ τῶν βιζ δ΄ μείζονά ἐστιν ἢ τριπλασίονα καὶ δέκα οα΄· καὶ ἡ περίμετρος ἄρα τοῦ (??)ςγώνου τοῦ ἐν τῷ κύκλῳ τῆς διαμέτρου τριπλασίων ἐστὶ καὶ μείζων ἢ ι οα΄· ὥστε καὶ ὁ κύκλος ἔτι μᾶλλον τριπλασίων ἐστὶ καὶ μείζων ἢ ι οα΄.
从而相反地,多角形的周长与直径之比大于 6336 比 2017 又 1/4,而这大于 2017 又 1/4 的三倍又七十一分之十;因此,圆内接九十六边形的周长也是直径的三倍并且大于七十一分之十;所以圆[的周长]更明显地是[直径的]三倍并且大于七十一分之十。
Ἡ ἄρα τοῦ κύκλου περίμετρος τῆς διαμέτρου τριπλασίων ἐστὶ καὶ ἐλάσσονι μὲν ἢ ἑβδόμῳ μέρει, μείζονι δὲ ἢ ι οα΄ μείζων.
因此,圆的周长是直径的三倍,并且其超出的部分小于七分之一,但大于七十一分之十。

词汇与语法注释

  1. §3#2ἡ δὲ ὑπὸ ΒΑΓ τρίτου ὀρθῆς — 使用介词 ὑπό 表示角的公式化表达。在表示角的阴性冠词 ἡ 之后,放置夹住角顶点的三个点(此处为 ΒΑΓ)。此外,表示存在的动词 ἐστί 被省略。
  2. §3#2συναμφότερος ἡ ΓΑΒ — 形容词 συναμφότερος(两者合在一起)以阴性单数形式(连同冠词 ἡ)使用,将两条线段(ΓΑ 与 ΑΒ)的长度之和表示为一个名词短语。这是希腊数学中独特的加法表达方式。
  3. ¦5¦ἑκατέρα γὰρ ἑκατέρας δ ιγ΄ — 意为“因为后者(主格)的每一项是前者(属格)的每一项的十三分之四”。希腊语的分数表示法 δ ιγ΄ 通过结合 4 (δ) 和 13 (ιγ) 来表示 4/13。通过将 5924 3/4 和 780 分别乘以 4/13,将比例简化为整数比 1823 : 240。
  4. ¦15¦ἀνάπαλιν — 意为“相反地”或“倒数地”的副词。在数学语境中,它表示将比例取逆(从 A : B < C : D 到 B : A > D : C)的操作,该操作相应地反转了不等号的方向。

引用这一段

阿基米德, 圆的度量 §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0552.tlg002.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。