§III"ὅτι Ἱπποκράτης καὶ Ἐπικύδης, ἀδελφὼ μὲν ἀλλήλων, στρατηγὼ δὲ Συρακοσίων, Ῥωμαίοις ἐκ πολλοῦ δυσχεραίνοντες, ἐπεὶ τὰς Συρακούσας οὐκ ἴσχυον ἐκπολεμῶσαι, κατέφυγον ἐς Λεοντίνους διαφερομένους τοῖς Συρακοσίοις, καὶ κατηγόρουν τῆς πατρίδος ὅτι τὰς σπονδὰς Ἱέρωνος ἐφʼ ὅλῃ Σικελίᾳ πεποιημένου μόνοι Συρακόσιοι σφίσιν αὐτοῖς ἀνακαινίσειαν.
希波克拉底和埃皮基德斯是两兄弟,也是叙拉古人的将军,他们早就对罗马人怀有敌意。 由于他们无法煽动叙拉古发动战争,便逃往与叙拉古人有分歧的莱翁蒂尼人那里,指责他们的祖国,称唯独叙拉古人为其自身更新了(希埃隆为全西西里所缔结的)和约。
οἱ δὲ ἠρεθίζοντο.
莱翁蒂尼人被激怒了。
καὶ Συρακόσιοι μὲν ἐπεκήρυσσον, εἴ τις Ἱπποκράτους ἢ Ἐπικύδους κομίσειε τὴν κεφαλήν, ἰσόσταθμον αὐτῷ χρυσίον ἀντιδώσειν, Λεοντῖνοι δὲ αὑτῶν Ἱπποκράτη στρατηγὸν ᾑροῦντο. "
叙拉古人发出悬赏,称如果有人送来希波克拉底或埃皮基德斯的首级,就将赐予其等重的黄金作为回报;而莱翁蒂尼人则选举希波克拉底为他们的将军。
§IV"ὅτι Σικελοὶ καὶ τέως ἀγανακτοῦντες ἐπὶ τῇ ὠμότητι Μαρκέλλου τοῦ στρατηγοῦ, μᾶλλόν τι καὶ τῷδε τῷ ἔργῳ συνεταράσσοντο, ἐφʼ ᾧ κατὰ προδοσίαν ἐς Συρακούσας ἐσῆλθεν.
西西里人在此前就已经对将军马尔凯鲁斯的残暴感到愤慨,而他的这一行为——即通过背叛进入叙拉古——更使他们大为震动。
καὶ πρὸς Ἱπποκράτη μετετίθεντο, καὶ συνώμνυντο μὴ διαλύσασθαι χωρὶς ἀλλήλων, ἀγοράν τε αὐτῷ καὶ στρατιὰν ἔπεμπον, ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους. "
于是他们倒向了希波克拉底,并宣誓互不单独讲和,还向他送去了粮食和军队,包括约两万步兵和五千骑兵。
§V"ὅτι διαβεβλημένῳ τῷ Μαρκέλλῳ οὐκ ἐπίστευον χωρὶς ὅρκων.
由于马尔凯鲁斯名声败坏,他们若无誓言便不信任他。
διὸ καὶ Ταυρομενίων προσχωρούντων οἱ, συνέθετο καὶ ὤμοσε μήτε φρουρήσειν τὴν πόλιν μήτε στρατολογήσειν ἀπʼ αὐτῆς. "
因此,当陶罗梅尼乌姆人归顺他时,他同意并宣誓既不在该城驻军,也不从该城征兵。
§VI"ὅτι Κρήτη ἐξ ἀρχῆς εὐνοϊκῶς ἔχειν ἐδόκει Μιθριδάτῃ βασιλεύοντι Πόντου, καὶ αὐτῷ μισθοφορῆσαι πολεμοῦντι Ῥωμαίοις ἐλέγετο.
克里特从一开始似乎就对蓬托斯国王米特里达特斯怀有善意,据说在米特里达特斯与罗马人作战时,曾作为雇佣兵为其效力。
ἔδοξε δὲ καὶ τοῖς πλεύσασι τότε λῃσταῖς ἐς χάριν τοῦ Μιθριδάτου συλλαβεῖν καὶ συμμαχῆσαι σαφῶς διωκομένοις ὑπὸ Μάρκου Ἀντωνίου.
克里特人还决定,为了讨好米特里达特斯,去援助并公开结盟那些当时在海上航行、且正遭到马克·安东尼猛烈追捕的海贼。
πρεσβευσαμένου δὲ τοῦ Ἀντωνίου πρὸς αὐτοὺς ὑπεριδεῖν καὶ ὑπερηφάνως ἀποκρίνασθαι.
当安东尼派遣使节前往他们那里时,他们鄙视他并傲慢地予以答复。
καὶ πολεμῆσαι μὲν αὐτοῖς εὐθὺς ἐπὶ τῷδε Ἀντώνιος, καὶ οὐ πρᾶξαι καλῶς, χρηματίσαι δʼ ὅμως διὰ τὴν πρᾶξιν Κρητικός.
安东尼因此立即与他们开战,但进展并不顺利,然而他仍因这次远征而获得了克里特征服者(Creticus)的称号。
καὶ ἦν ὅδε πατὴρ Μάρκου Ἀντωνίου τοῦ πολεμήσαντος ὕστερον Καίσαρι τῷ κληθέντι Σεβαστῷ περὶ Ἄκτιον.
此人就是后来在亚克兴角与被称为塞巴斯托斯的恺撒作战的那个马克·安东尼的父亲。
ψηφισαμένων δὲ Ῥωμαίων Κρησὶ πολεμεῖν διὰ τάδε, οἱ Κρῆτες ἐπρέσβευσαν ἐς Ῥώμην περὶ διαλλαγῶν.
由于罗马人因这些原因决定与克里特人开战,克里特人便派使节前往罗马请求和解。
οἱ δὲ αὐτοὺς ἐκέλευον ἐκδοῦναί τε αὐτοῖς Λασθένη τὸν πολεμήσαντα Ἀντωνίῳ, καὶ τὰ σκάφη τὰ λῃστικὰ πάντα παραδοῦναι, καὶ ὅσα Ῥωμαίων εἶχον αἰχμάλωτα, καὶ ὅμηρα τριακόσια καὶ ἀργυρίου τάλαντα τετρακισχίλια.
但罗马人命令他们交出曾与安东尼作战的拉斯泰内斯,并交出所有海贼船,以及他们所占有的所有罗马俘虏,外加三百名人质和四千银塔兰同。
οὐ δεξαμένων δὲ ταῦτα Κρητῶν ᾑρέθη στρατηγὸς ἐπʼ αὐτοὺς Μέτελλος.
由于克里特人没有接受这些条件,梅特鲁斯被选为对抗他们的将军。
καὶ νικᾷ μὲν ὁ Μέτελλος ἐν Κυδωνίᾳ Λασθένη, καὶ φυγόντος ἐς Κνωσσὸν Πανάρης Μετέλλῳ τὴν Κυδωνίαν παρέδωκεν ἐπὶ συνθήκῃ, μηδὲν παθεῖν αὐτός.
梅特鲁斯在库多尼亚击败了拉斯泰内斯,当后者逃往克诺索斯时,帕纳雷斯在确保自己不受任何伤害的协定下,将库多尼亚献给了梅特鲁斯。
Μετέλλου δὲ Κνωσσὸν περικαθημένου, ὁ Λασθένης τὴν οἰκίαν χρημάτων πλήσας κατέφλεξε, καὶ διέφυγεν ἀπὸ τῆς Κνωσσοῦ.
当梅特鲁斯围攻克诺索斯时,拉斯泰内斯将屋里装满财宝后纵火焚烧,并从克诺索斯逃走。
καὶ οἱ Κρῆτες ἐς Πομπήιον Μάγνον, στρατηγοῦντα τοῦ λῃστικοῦ καὶ Μιθριδατείου πολέμου, πέμψαντες ἔφασαν ἑαυτοὺς ἐλθόντι ἐπιτρέψειν.
克里特人随后派人去见正在指挥海贼战争和米特里达特斯战争的庞培·马格努斯,表示如果他前来,他们将向他投降。
ὁ δὲ ἀσχόλως τότε ἔχων ἐκέλευε τὸν Μέτελλον, ὡς οὐ δέον ἔτι πολεμεῖν τοῖς ἑαυτοὺς ἐπιτρέπουσιν, ἐξανίστασθαι τῆς νήσου·
庞培当时正忙,便命令梅特鲁斯离开该岛,理由是无需再与已经投降的人作战,因为他自己随后会来接管该岛。
παραλήψεσθαι γὰρ αὐτὸς αὐτὴν ἐπελθών. ὁ δὲ οὐ φροντίσας ἐπέμεινε τῷ πολέμῳ, μέχρι ὑπηγάγετο αὐτήν, Λασθένει συνθέμενος ὅμοια Πανάρει.
然而梅特鲁斯没有理会,继续进行战争,直到使该岛屈服,并与拉斯泰内斯达成了与帕纳雷斯相似的协定。
καὶ ἐθριάμβευσε, καὶ Κρητικὸς ἐκλήθη ὅδε δικαιότερον Ἀντωνίου, τὴν νῆσον ἐξεργασάμενος. "
他举行了凯旋式,并因彻底平定了该岛而比安东尼更公正地被称为克里特征服者。
§VII"ὅτι Κλώδιος ὁ πατρίκιος, ὁ ποῦλχερ ἐπίκλην, τοῦτʼ ἔστιν εὐπρεπής, τῆς Γαΐου Καίσαρος γυναικὸς ἤρα.
贵族克洛狄乌斯,别名普尔克,即美丽之意,爱上了盖乌斯·恺撒的妻子。
καὶ ἁρμόσασθαι αὑτὸν ἐς γυναῖκα ἐκ κεφαλῆς ἐς ἄκρους πόδας, ἔτι ὄντα ἀγένειον, καὶ ἐς τὴν οἰκίαν τοῦ Γαΐου παρελθεῖν οἷα γυναῖκα νυκτός, ὅτε μόναις γυναιξὶν ἐξῆν ἐσελθεῖν, μυστηρίων ἀγομένων.
由于他当时还未长胡须,他将自己从头到脚打扮成女人,并在夜间、正逢举行神秘祭仪仅允许女性进入的时候,以女装混入盖乌斯的家中。
πλανηθέντα δὲ τῆς ὁδηγούσης, κατάφωρον ὑπʼ ἄλλων ἐκ τῆς φωνῆς γενόμενον ἐξελαθῆναι. "
但他因引路人迷路而走失,因声音被他人识破,随后被赶了出去。