Humanitext Reader

阿庇安 · 西西里及其他岛屿篇 §I-II

第一次布匿战争的终结与雇佣兵战争爆发

第 1 段,共 2 段 · 希腊语

内容简介

本文叙述了第一次布匿战争末期罗马与迦太基的财政困难、普托雷迈乌斯二世调停的失败、通过使节雷古鲁斯的故事达成的苛刻和约,以及战争结束后随即爆发的利比亚(雇佣兵)战争。

§I"ὅτι ἀποροῦντες Ῥωμαῖοί τε καὶ Καρχηδόνιοι χρηματων, οἱ μὲν οὐκέτι ἐναυπήγουν, τετρυμένοι διὰ τὰς ἐσφοράς, ἀλλὰ πεζὴν στρατιὰν καταλέγοντες ἐξέπεμπον ἐς Λιβύην καὶ ἐς Σικελίαν ἀνὰ ἔτος ἕκαστον, Καρχηδόνιοι δʼ ἐς Πτολεμαῖον ἐπρεσβεύοντο, τὸν Πτολεμαίου τοῦ Λάγου, βασιλέα Αἰγύπτου, δισχίλια τάλαντα κιχρώμενοι.
由于罗马人和迦太基人都缺乏资金,前者因税收负担而精疲力竭,不再建造船只,而是每年征集步兵派往利比亚和西西里;而迦太基人则派遣使节前往埃及国王普托雷迈乌斯(拉戈斯之子普托雷迈乌斯)处,请求借款二千塔兰同。
τῷ δʼ ἦν ἔς τε Ῥωμαίους καὶ Καρχηδονίους φιλία, καὶ συναλλάξαι σφᾶς ἐπεχείρησεν ἀλλήλοις.
普托雷迈乌斯与罗马人和迦太基人都保持着友谊,并试图使他们相互和解。
οὐ δυνηθεὶς δʼ ἔφη χρῆναι φίλοις κατʼ ἐχθρῶν συμμαχεῖν, οὐ κατὰ φίλων. "
但他未能成功,于是表示应当与朋友结盟对抗敌人,而不是对抗朋友。
§II"ὅτι οἱ Καρχηδόνιοι δὶς ἐν τῇ γῇ τοῦ αὐτοῦ χρόνου καὶ δὶς ἐν τῇ θαλάσσῃ παθόντες, ἐν ᾗ δὴ καὶ πάνυ προύχειν ἐνόμιζον, καὶ χρημάτων ἀποροῦντες ἤδη καὶ νεῶν καὶ ἀνδρῶν, ᾔτουν ἀνοχὰς παρὰ τοῦ Λουτατίου, καὶ λαβόντες ἐπρεσβεύοντὸ ἐς Ῥώμην περὶ διαλλαγῶν ἐπὶ βραχυτέροις, συνέπεμπόν τε τοῖς πρέσβεσιν Ἀτίλιον Ῥῆγλον τὸν ὕπατον, αἰχμάλωτον ὄντα σφῶν, δεησόμενον τῆς πατρίδος ἐπὶ τοῖσδε συνθέσθαι.
迦太基人在同一时期内于陆地上两次、海上两次遭受失败(在海上他们本以为自己绝对占优),且已缺乏资金、船只和兵员,于是向卢塔提乌斯请求休战,并在获得准许后派遣使节前往罗马,以较轻的条件请求和解;他们还让使节随行带着他们的俘虏——执政官阿蒂利乌斯·雷古鲁斯,让他恳求祖国同意这些条件。
ὁ δὲ ἧκε μὲν ὡς αἰχμάλωτος ἐσταλμένος φοινικικῶς, ὑπολειφθεὶς δὲ τῶν πρέσβεων ἐν τῷ βουλευτηρίῳ τετρῦσθαι τὰ Καρχηδονίων ἐδήλου, καὶ παρῄνεσεν ἢ πολεμεῖν ἐγκρατῶς ἢ ἐπὶ πλείοσι συνθέσθαι.
雷古鲁斯穿着迦太基式的俘虏服装前来,但在使节们退席后留在了元老院,他揭示了迦太基人的国力已经枯竭,并建议要么大力进行战争,要么以更苛刻的条件达成协议。
καὶ τόνδε μὲν ἐς Καρχηδόνα ἑκόντα ἐπανελθόντα ἔκτειναν οἱ Καρχηδόνιοι, κέντρα σιδήρεα σανίσιν ἐνηρμοσμένα πάντοθεν ἑστῶτι περιθέντες, ἵνα μηδαμόσε δύναιτο ἐπικλίνεσθαι, αὐτοὶ δὲ τὴν εἰρήνην ἐπὶ πλείοσι συνέθεντο.
此人自愿返回迦太基,迦太基人将他处死,他们在他站立的四周放上装满铁钉的木板,使他无法向任何方向靠。 然而迦太基人自己最终以更苛刻的条件达成了和平协议。
καὶ ἦν ἐφʼ οἷς συνέθεντο, τὰ μὲν αἰχμάλωτα Ῥωμαίων καὶ τοὺς αὐτομόλους, ὅσοι παρὰ Καρχηδονίοις εἰσί, Ῥωμαίοις εὐθὺς ἀποδοῦναι, καὶ Σικελίας Ῥωμαίοις ἀποστῆναι καὶ τῶν βραχυτέρων νήσων ὅσαι περὶ Σικελίαν, Συρακοσίοις δὲ ἢ Ἱέρωνι τῷ Συρακουσῶν τυράννῳ πολέμου Καρχηδονίους μὴ κατάρχειν, μηδὲ ἐκ τῆς Ἰταλίας ξενολογεῖν, ποινὴν δὲ τοῦ πολέμου Ῥωμαίοις ἐνεγκεῖν τάλαντα Εὐβοϊκὰ δισχίλια ἐν ἔτεσιν εἴκοσι, τὸ μέρος ἑκάστου ἔτους ἐς Ῥώμην ἀναφέροντας.
他们达成协议的条件如下:立即向罗马人归还迦太基人手中的所有罗马俘虏和逃兵;从西西里以及西西里周围的所有较小岛屿撤军;迦太基人不得对叙拉古人或叙拉古僭主希埃隆发动战争,也不得从意大利招募雇佣兵;并在二十年内向罗马人支付二千尤博埃塔兰同作为战争赔款,每年将当年的份额送往罗马。
ἔχει δὲ τὸ Εὐβοϊκὸν τάλαντον Ἀλεξανδρείους δραχμὰς ἑπτακισχιλίας.
一尤博埃塔兰同相当于七千亚历山大德里亚德拉克马。
ὁ μὲν δὴ πρῶτος περὶ Σικελίας Ῥωμαίοις καὶ Καρχηδονίοις πόλεμος, ἔτεσιν εἴκοσι καὶ τέσσαρσιν αὐτοῖς γενόμενος, ἐς τοῦτο ἐτελεύτα.
罗马人与迦太基人之间关于西西里的第一次战争,持续了二十四年,至此结束。
καὶ ἀπώλοντο νῆες ἐν αὐτῷ Ῥωμαίων ἑπτακόσιαι, Καρχηδονίων δὲ πεντακόσιαι.
在这场战争中,罗马人损失了七百艘船只,迦太基人损失了五百艘。
Σικελίας δὲ οὕτω τοῦ πλέονος Ῥωμαῖοι κατέσχον, ὅσου Καρχηδόνιοι κατεῖχον· φόρους τε αὐτοῖς ἐπέθεσαν, καὶ τέλη τὰ θαλάσσια ταῖς πόλεσι μερισάμενοι στρατηγὸν ἐτήσιον ἔπεμπον ἐς Σικελίαν.
罗马人就这样占领了迦太基人曾控制的西西里的大部分地区;他们向各城市征收贡赋,分配海上关税,并每年派遣一名行政官前往西西里。
Ἱέρωνα δὲ τὸν Συρακοσίων τύραννον, ἀνθʼ ὧν αὐτοῖς ἐς τόνδε τὸν πόλεμον συνεπεπράχει, φίλον καὶ σύμμαχον ἔθεντο.
至于叙拉古僭主希埃隆,为了回报他在战争中协助罗马人的行为,罗马人与他结为朋友和盟友。
καταλυθέντος δὲ τοῦ πολέμου τοῦδε, Κελτοὶ Καρχηδονίους τόν τε μισθὸν ᾔτουν τὸν ἔτι ὀφειλόμενον σφίσιν ἐκ Σικελίας, καὶ δωρεὰς ὅσας ὑπέσχητο αὐτοῖς δώσειν Ἀμίλχας.
这场战争结束后,凯尔特人向迦太基人索要从西西里服役起仍欠他们的军饷,以及哈米尔卡曾许诺给予他们的赏赐。
ᾔτουν δὲ καὶ Λίβυες, ὑπήκοοι μὲν ὄντες οἵδε Καρχηδονίων, ἀπὸ δὲ τῆς ἐν Σικελίᾳ στρατείας ἐπὶ φρονήματος γεγονότες καὶ τοὺς Καρχηδονίους ἀσθενεῖς καὶ ταπεινοὺς ὁρῶντες·
利比亚人也提出了要求,他们曾是迦太基人的臣民,但因在西西里的战役而变得心高气傲,且看到迦太基人虚弱不堪。
ἐχαλέπαινόν τε αὐτοῖς τῆς ἀναιρέσεως τῶν τρισχιλίων, οὓς ἐσταυρώκεσαν τῆς ἐς Ῥωμαίους μεταβολῆς οὕνεκα.
他们还对迦太基人因其倒向罗马人而将三千人钉死在十字架上的处决感到愤怒。
διωθουμένων δὲ τῶν Καρχηδονίων ἑκατέρους, κατέλαβον ἄμφω Τύνητα πόλιν καὶ Ἰτύκην, ἣ μεγίστη Λιβύης ἐστὶ μετὰ Καρχηδόνα· ὅθεν ὁρμώμενοι τήν τε ἄλλην ἀφίστανον καὶ τῶν Νομάδων τινὰς ἔπειθον καὶ δούλων πολὺ πλῆθος ἀποδιδρασκόντων ὑπεδέχοντο, τά τε Καρχηδονίων πάντα ἐλεηλάτουν.
当迦太基人拒绝了双方的要求时,两行人都占领了突尼斯和乌提卡(乌提卡是利比亚仅次于迦太基的最大城市);他们以此为根据地,煽动其余地区反叛,说服了部分诺马德人,接纳了大量逃亡的奴隶,并劫掠了迦太基人的所有财产。
οἱ δὲ πανταχόθεν πολεμούμενοι συμμάχους ἐπὶ τοὺς Λίβυας Ῥωμαίους ἐπεκαλοῦντο.
迦太基人四面受敌,向罗马人求援以对抗利比亚人。
καὶ Ῥωμαῖοι στρατιὰν μὲν αὐτοῖς οὐκ ἔπεμψαν, ἀγορὰν δʼ ἔκ τε Ἰταλίας καὶ Σικελίας ἐπάγεσθαι καὶ ξενολογεῖν ἐκ τῆς Ἰταλίας ἐς μόνον τόνδε τὸν πόλεμον ἐπέτρεψαν.
罗马人虽然没有向他们派出军队,但允许他们从意大利和西西里采购粮食,并允许他们仅在这场战争中从意大利招募雇佣兵。
ἔπεμψαν δὲ καὶ πρέσβεις ἐς Λιβύην, εἰ δύναιντο διαλῦσαι τὸν πόλεμον· οἳ ἐπανῆλθον ἄπρακτοι.
他们还派遣使节前往利比亚,试图调停战争,但使节们无功而返。
καὶ Καρχηδόνιοι ἐγκρατῶς εἴχοντο τοῦ πολέμου. "
迦太基人只能自力坚持战争。

词汇与语法注释

  1. §Iσυμμαχεῖν — 动词 συμμαχέω(结盟、共同战斗)支配与格,因此 φίλοις(与朋友)作为其补足语。另一方面,κατʼ ἐχθρῶν 和 κατὰ φίλων(对抗敌人/对抗朋友)是介词 κατά 加上属格表示敌对,构成了“应当与朋友结盟对抗敌人,而不是对抗朋友”的对比结构。
  2. ¦1¦τοῦ αὐτοῦ χρόνου — 时间属格(表示在某一时间段内发生的动作)。意为“在同一时期内”,为前后的副词短语 δὶς ἐν τῇ γῇ(在陆地上两次)和 δὶς ἐν τῇ θαλάσσῃ(在海上两次)提供了时间框架。
  3. ¦2¦ἦν ἐφʼ οἷς συνέθεντο — 短语 ἐφʼ οἷς 由介词 ἐπί 加上关系代词 οἷς(先行词 τούτοις 被省略和吸引)组成,意为“在……的条件下”。开头的 ἦν(是/存在)引导后面并列的多个主格不定式(ἀποδοῦναι, ἀποστῆναι, κατάρχειν 等),这些不定式作为主语或同位语,具体解释了所达成的协议条款。
  4. ¦3¦τῆς ἀναιρέσεως — 原因属格,与表示情感的动词 ἐχαλέπαινον(感到愤怒、怨恨)连用,指示愤怒的原因。译为“因为(处决)这三千人”。

引用这一段

阿庇安, 西西里及其他岛屿篇 §I-II. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg006.humanitext-grc2:I-II

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。