§I"ὅτι ἀποροῦντες Ῥωμαῖοί τε καὶ Καρχηδόνιοι χρηματων, οἱ μὲν οὐκέτι ἐναυπήγουν, τετρυμένοι διὰ τὰς ἐσφοράς, ἀλλὰ πεζὴν στρατιὰν καταλέγοντες ἐξέπεμπον ἐς Λιβύην καὶ ἐς Σικελίαν ἀνὰ ἔτος ἕκαστον, Καρχηδόνιοι δʼ ἐς Πτολεμαῖον ἐπρεσβεύοντο, τὸν Πτολεμαίου τοῦ Λάγου, βασιλέα Αἰγύπτου, δισχίλια τάλαντα κιχρώμενοι.
資金に困窮したローマ人とカルタゴ人のうち、前者は増税に疲れ果てて、もはや船を建造せず、歩兵の軍勢を召集して毎年リビアとシケリアへ派遣していたが、カルタゴ人は、ラゴスの子プトレマイオスであるエジプトの王プトレマイオスのもとへ使節を派遣し、二千タラントンの借入を求めた。
τῷ δʼ ἦν ἔς τε Ῥωμαίους καὶ Καρχηδονίους φιλία, καὶ συναλλάξαι σφᾶς ἐπεχείρησεν ἀλλήλοις.
彼にはローマ人ともカルタゴ人とも友好関係があり、彼らを互いに和解させようと試みた。
οὐ δυνηθεὶς δʼ ἔφη χρῆναι φίλοις κατʼ ἐχθρῶν συμμαχεῖν, οὐ κατὰ φίλων. "
しかし、それが叶わなかったとき、友は敵に対して同盟すべきであり、友に対して同盟すべきではないと述べた。
§II"ὅτι οἱ Καρχηδόνιοι δὶς ἐν τῇ γῇ τοῦ αὐτοῦ χρόνου καὶ δὶς ἐν τῇ θαλάσσῃ παθόντες, ἐν ᾗ δὴ καὶ πάνυ προύχειν ἐνόμιζον, καὶ χρημάτων ἀποροῦντες ἤδη καὶ νεῶν καὶ ἀνδρῶν, ᾔτουν ἀνοχὰς παρὰ τοῦ Λουτατίου, καὶ λαβόντες ἐπρεσβεύοντὸ ἐς Ῥώμην περὶ διαλλαγῶν ἐπὶ βραχυτέροις, συνέπεμπόν τε τοῖς πρέσβεσιν Ἀτίλιον Ῥῆγλον τὸν ὕπατον, αἰχμάλωτον ὄντα σφῶν, δεησόμενον τῆς πατρίδος ἐπὶ τοῖσδε συνθέσθαι.
カルタゴ人は同じ時期に陸で二度、そして彼らがまさに大いに優っていると信じていた海で二度敗北を被り、すでに資金も船も兵員も欠いていたため、ルタティウスに休戦を求め、これを得ると、より軽い条件での講和を求めてローマに使節を派遣した。 その際、使節たちとともに、自分たちの捕虜であった執政官アティリウス・レグルスを同行させ、自国にこれらの条件で合意するよう嘆願させようとした。
ὁ δὲ ἧκε μὲν ὡς αἰχμάλωτος ἐσταλμένος φοινικικῶς, ὑπολειφθεὶς δὲ τῶν πρέσβεων ἐν τῷ βουλευτηρίῳ τετρῦσθαι τὰ Καρχηδονίων ἐδήλου, καὶ παρῄνεσεν ἢ πολεμεῖν ἐγκρατῶς ἢ ἐπὶ πλείοσι συνθέσθαι.
レグルスはカルタゴ風の捕虜の装いでやって来たが、使節たちが退席した後に元老院に残され、カルタゴの国力が疲弊していることを明らかにし、徹底的に戦うか、あるいはより多くの条件で合意するよう勧告した。
καὶ τόνδε μὲν ἐς Καρχηδόνα ἑκόντα ἐπανελθόντα ἔκτειναν οἱ Καρχηδόνιοι, κέντρα σιδήρεα σανίσιν ἐνηρμοσμένα πάντοθεν ἑστῶτι περιθέντες, ἵνα μηδαμόσε δύναιτο ἐπικλίνεσθαι, αὐτοὶ δὲ τὴν εἰρήνην ἐπὶ πλείοσι συνέθεντο.
そして、この男は自ら進んでカルタゴへ戻り、カルタゴ人は彼を処刑した。 あらゆる方向から鉄の針を組み込んだ板を立った状態の彼の周囲に配置し、彼がどちら側にも寄りかかることができないようにしたのである。 カルタゴ人自身は、より多くの条件で平和に合意した。
καὶ ἦν ἐφʼ οἷς συνέθεντο, τὰ μὲν αἰχμάλωτα Ῥωμαίων καὶ τοὺς αὐτομόλους, ὅσοι παρὰ Καρχηδονίοις εἰσί, Ῥωμαίοις εὐθὺς ἀποδοῦναι, καὶ Σικελίας Ῥωμαίοις ἀποστῆναι καὶ τῶν βραχυτέρων νήσων ὅσαι περὶ Σικελίαν, Συρακοσίοις δὲ ἢ Ἱέρωνι τῷ Συρακουσῶν τυράννῳ πολέμου Καρχηδονίους μὴ κατάρχειν, μηδὲ ἐκ τῆς Ἰταλίας ξενολογεῖν, ποινὴν δὲ τοῦ πολέμου Ῥωμαίοις ἐνεγκεῖν τάλαντα Εὐβοϊκὰ δισχίλια ἐν ἔτεσιν εἴκοσι, τὸ μέρος ἑκάστου ἔτους ἐς Ῥώμην ἀναφέροντας.
彼らが合意した条件は以下の通りであった。 ローマ人の捕虜および逃亡兵のうち、カルタゴ人のもとにいる者をすべて直ちにローマ人に返還すること、シケリアおよびシケリア周辺の小諸島をローマ人に引き渡すこと、カルタゴ人はシラクサ人あるいはシラクサの僭主ヒエロンに対して戦争を開始しないこと、またイタリアから傭兵を募らないこと、さらに戦争の賠償金として、二千エウボイア・タラントンを二十年間でローマ人に支払い、毎年その分割分をローマに届けること。
ἔχει δὲ τὸ Εὐβοϊκὸν τάλαντον Ἀλεξανδρείους δραχμὰς ἑπτακισχιλίας.
なお、エウボイア・タラントンは七千アレクサンドリア・ドラクマに相当する。
ὁ μὲν δὴ πρῶτος περὶ Σικελίας Ῥωμαίοις καὶ Καρχηδονίοις πόλεμος, ἔτεσιν εἴκοσι καὶ τέσσαρσιν αὐτοῖς γενόμενος, ἐς τοῦτο ἐτελεύτα.
シケリアを巡るローマ人とカルタゴ人の間の最初の戦争は、二十四年間続き、このように終結した。
καὶ ἀπώλοντο νῆες ἐν αὐτῷ Ῥωμαίων ἑπτακόσιαι, Καρχηδονίων δὲ πεντακόσιαι.
この戦争において、ローマ人の船は七百隻、カルタゴ人の船は五百隻が失われた。
Σικελίας δὲ οὕτω τοῦ πλέονος Ῥωμαῖοι κατέσχον, ὅσου Καρχηδόνιοι κατεῖχον·
こうしてローマ人は、カルタゴ人が支配していたシケリアの大部分を領有した。
φόρους τε αὐτοῖς ἐπέθεσαν, καὶ τέλη τὰ θαλάσσια ταῖς πόλεσι μερισάμενοι στρατηγὸν ἐτήσιον ἔπεμπον ἐς Σικελίαν.
彼らは諸都市に貢納金を課し、海上の関税を分配し、毎年シケリアに行政官を派遣した。
Ἱέρωνα δὲ τὸν Συρακοσίων τύραννον, ἀνθʼ ὧν αὐτοῖς ἐς τόνδε τὸν πόλεμον συνεπεπράχει, φίλον καὶ σύμμαχον ἔθεντο.
そして、シラクサの僭主ヒエロンに対しては、彼がこの戦争においてローマ人を助けてくれたことへの返礼として、友および同盟者とした。
καταλυθέντος δὲ τοῦ πολέμου τοῦδε, Κελτοὶ Καρχηδονίους τόν τε μισθὸν ᾔτουν τὸν ἔτι ὀφειλόμενον σφίσιν ἐκ Σικελίας, καὶ δωρεὰς ὅσας ὑπέσχητο αὐτοῖς δώσειν Ἀμίλχας.
この戦争が終結すると、ケルト人(傭兵たち)が、シケリアからまだ自分たちに支払われるべきであった給与と、ハミルカルが彼らに与えると約束していた恩賞をカルタゴ人に要求した。
ᾔτουν δὲ καὶ Λίβυες, ὑπήκοοι μὲν ὄντες οἵδε Καρχηδονίων, ἀπὸ δὲ τῆς ἐν Σικελίᾳ στρατείας ἐπὶ φρονήματος γεγονότες καὶ τοὺς Καρχηδονίους ἀσθενεῖς καὶ ταπεινοὺς ὁρῶντες·
また、カルタゴ人の被支配民であったリビア人も要求を行った。 彼らはシケリアでの従軍によって自信を得ており、またカルタゴ人が弱体化し没落しているのを目にしていたからである。
ἐχαλέπαινόν τε αὐτοῖς τῆς ἀναιρέσεως τῶν τρισχιλίων, οὓς ἐσταυρώκεσαν τῆς ἐς Ῥωμαίους μεταβολῆς οὕνεκα.
さらに、ローマ人への寝返りを理由に磔刑に処された三千人の殺害に対して、彼らに憤慨していた。
διωθουμένων δὲ τῶν Καρχηδονίων ἑκατέρους, κατέλαβον ἄμφω Τύνητα πόλιν καὶ Ἰτύκην, ἣ μεγίστη Λιβύης ἐστὶ μετὰ Καρχηδόνα·
カルタゴ人が双方の要求を退けたため、両者はカルタゴに次ぐリビア最大の都市であるテュネスとウティカを占領した。
ὅθεν ὁρμώμενοι τήν τε ἄλλην ἀφίστανον καὶ τῶν Νομάδων τινὰς ἔπειθον καὶ δούλων πολὺ πλῆθος ἀποδιδρασκόντων ὑπεδέχοντο, τά τε Καρχηδονίων πάντα ἐλεηλάτουν.
そこを拠点として、彼らは他の地域をも反乱させ、ヌミディア人の一部を説得し、逃亡してきた非常に多くの奴隷を受け入れ、カルタゴ人の所有地すべてを略奪した。
οἱ δὲ πανταχόθεν πολεμούμενοι συμμάχους ἐπὶ τοὺς Λίβυας Ῥωμαίους ἐπεκαλοῦντο.
四方から攻撃を受けたカルタゴ人は、リビア人に対抗するためにローマ人に同盟を求めた。
καὶ Ῥωμαῖοι στρατιὰν μὲν αὐτοῖς οὐκ ἔπεμψαν, ἀγορὰν δʼ ἔκ τε Ἰταλίας καὶ Σικελίας ἐπάγεσθαι καὶ ξενολογεῖν ἐκ τῆς Ἰταλίας ἐς μόνον τόνδε τὸν πόλεμον ἐπέτρεψαν.
ローマ人は彼らに軍隊は送らなかったものの、イタリアとシケリアから食糧を調達すること、およびこの戦争に限ってイタリアから傭兵を募集することを認めた。
ἔπεμψαν δὲ καὶ πρέσβεις ἐς Λιβύην, εἰ δύναιντο διαλῦσαι τὸν πόλεμον· οἳ ἐπανῆλθον ἄπρακτοι.
また、戦争を調停できるかどうか確かめるためにリビアに使節を派遣したが、彼らは成果なく帰還した。
καὶ Καρχηδόνιοι ἐγκρατῶς εἴχοντο τοῦ πολέμου. "
そして、カルタゴ人は自力で戦争を遂行した。