Humanitext Reader

アッピアノス · ガリア史 §I

ケルト人侵入と歴代将軍による撃退の概括

1 / 4 箇所 · ギリシア語

要旨

ケルト人・ガリア人・ゲルマン人の諸部族に対する、カミッルス、マリオス、カエサルら歴代のローマ将軍たちの戦いと征服の歴史が要約されている。

§I"Κελτοὶ Ῥωμαίοις ἐπεχείρησαν πρῶτοι, καὶ τὴν Ῥώμην εἷλον ἄνευ τοῦ Καπιτωλίου, καὶ ἐμπεπρήκασιν.
ケルト人が最初にローマ人に攻撃を仕掛け、カピトリウムを除くローマを占領し、焼き払った。
Κάμιλλος δὲ αὐτοὺς ἐνίκησε καὶ ἐξήλασε, καὶ μετὰ χρόνον ἐπελθόντας αὖθις ἐνίκησε, καὶ ἐθριάμβευσεν ἀπʼ αὐτῶν ὀγδοήκοντα γεγονὼς ἔτη.
だがカミッルスが彼らを破って追い払い、後になって再び攻めてきた彼らを再び破り、八十歳にして彼らに対して凱旋式を挙行した。
καὶ τρίτη δὲ Κελτῶν στρατιὰ ἐμβέβληκεν ἐς τὴν Ἰταλίαν, ἣν καὶ αὐτὴν οἱ Ῥωμαῖοι διεφθάρκασιν ὑφʼ ἡγεμόνι Τίτῳ Κοϊντίῳ.
そして第三のケルトの軍勢もイタリアに侵入したが、これもローマ人は指揮官ティトゥス・クィンティウスの下で壊滅させた。
μετὰ δὲ ταῦτα Βοιοί, Κελτικὸν ἔθνος θηριωδέστατον, ἐπῆλθε Ῥωμαίοις, καὶ αὐτοῖς Γάϊος Σουλπίκιος δικτάτωρ μετὰ στρατιᾶς ἀπήντα, ὅς τις καὶ στρατηγήματι τοιούτῳ χρήσασθαι λέγεται·
この後、極めて狂暴なケルトの部族であるボイイ族がローマ人に襲いかかったが、独裁官ガイウス・スルピキウスが軍を率いて彼らを迎え撃ち、彼は次のような計略を用いたと言われている。
ἐκέλευσε γὰρ τοὺς ἐπὶ τοῦ μετώπου τεταγμένους ἐξακοντίσαντας ὁμοῦ συγκαθίσαι τάχιστα, μέχρι βάλωσιν οἱ δεύτεροι καὶ τρίτοι καὶ τέταρτοι, τοὺς δʼ ἀφιέντας ἀεὶ συνίζειν, ἵνα μὴ κατʼ αὐτῶν ἐνεχθείη τὰ δόρατα·
すなわち、最前列に配置された者たちに、一斉に槍を投げ終えたらすぐに身をかがめるよう命じた。 これは、第二、第三、第四の列の者たちが投槍するまでであり、槍を放った者たちは次々と身を低くし、槍が彼らに向かって飛んでこないようにするためであった。
βαλόντων δὲ τῶν ὑστάτων ἀναπηδᾶν ἅπαντας ὁμοῦ, καὶ σὺν βοῇ τάχιστα ἐς χεῖρας ἰέναι·
そして最後列の者たちが投げ終えたら、全員が一斉に立ち上がり、大声を上げて速やかに白兵戦に入るよう命じた。
καταπλήξειν γὰρ ὧδε τοὺς πολεμίους τοσῶνδε δοράτων ἄφεσιν καὶ ἐπʼ αὐτῇ ταχεῖαν ἐπιχείρησιν.
このような大量の槍の投擲と、それに続く迅速な突撃によって、敵を驚愕させるだろうからであった。
τὰ δὲ δόρατα ἦν οὐκ ἀπεοικότα ἀκοντίοις·
その槍は投槍に似ていなくもなかった。
ἃ Ῥωμαῖοι καλοῦσιν ὑσσούς, ξύλου τετραγώνου τὸ ἥμισυ, καὶ τὸ ἄλλο σιδήρου, τετραγώνου καὶ τοῦδε καὶ μαλακοῦ χωρίς γε τῆς αἰχμῆς.
それはローマ人が「フッスス」と呼ぶもので、半分が四角い木でできており、残りの半分は鉄でできており、これも四角くて先端を除いて柔らかい。
καὶ οἱ Βοιοὶ οὖν ὑπὸ Ῥωμαίων τότε ἐφθάρησαν πανστρατιᾷ.
そして、ボイイ族は当時、ローマ人によって軍勢ごと悉く滅ぼされた。
ἄλλους δὲ πάλιν Κελτοὺς ἐνίκα Ποπίλλιος, καὶ μετʼ ἐκεῖνον τοὺς αὐτοὺς Κάμιλλος ὁ τοῦ Καμίλλου υἱός.
また別のケルト人たちを、再びポピッリウスが打ち破り、彼の後にはカミッルスの子カミッルスが同じ敵を破った。
ἔστησε δὲ κατὰ Κελτῶν καὶ Πάππος Αἰμίλιος τρόπαια.
パップス・アエミリウスもまた、ケルト人に対して戦勝記念碑を建てた。
πρὸ δὲ τῶν τοῦ Μαρίου ὑπατειῶν πλεῖστόν τι καὶ μαχιμώτατον, τῇ τε ἡλικίᾳ μάλιστα φοβερώτατον χρῆμα Κελτῶν ἐς τὴν Ἰταλίαν τε καὶ Γαλατίαν ἐσέβαλε, καί τινας ὑπάτους Ῥωμαίων ἐνίκησε καὶ στρατόπεδα κατέκοψεν·
マリオスの執政官期の前に、極めて多数で戦闘的であり、とりわけその年齢において最も恐るべき存在であったケルト人の一大勢力がイタリアとガリアに侵入し、ローマの執政官の幾人かを破り、その軍勢を打ち倒した。
ἐφʼ οὓς ὁ Μάριος ἀποσταλεὶς ἅπαντας διέφθειρε.
彼らに対して派遣されたマリオスは、彼らを一人残らず滅ぼした。
τελευταῖα δὲ καὶ μέγιστα τῶν ἐς Γαλάτας Ῥωμαίοις πεπραγμένων ἐστὶ τὰ ὑπὸ Γαΐῳ Καίσαρι στρατηγοῦντι γενόμενα.
ガリア人に対してローマ人が成し遂げた最後にして最大の事績は、将軍ガイウス・カエサルの下で行われたものである。
μυριάσι τε γὰρ ἀνδρῶν ἀγρίων, ἐν τοῖς δέκα ἔτεσιν ἐν οἷς ἐστρατήγησεν, ἐς χεῖρας ἦλθον, εἴ τις ὑφʼ ἓν τὰ μέρη συναγάγοι, τετρακοσίων πλείοσι, καὶ τούτων ἑκατὸν μὲν ἐζώγρησαν, ἑκατὸν δʼ ἐν τῷ πόνῳ κατέκανον.
なぜなら、彼が将軍を務めた十年の間に、もし部分的な戦いを一つにまとめるなら、四百万を超える獰猛な男たちの軍勢と白兵戦を行い、このうち百万を生け捕りにし、百万を戦闘の中で討ち取ったからである。
ἔθνη δὲ τετρακόσια καὶ πόλεις ὑπὲρ ὀκτακοσίας, τὰ μὲν ἀφιστάμενα σφῶν, τὰ δὲ προσεπιλαμβάνοντες, ἐκρατύναντο.
また、自分たちに反旗を翻した、あるいは自分たちが征服した、四百の部族と八百を超える都市を支配下に置いた。
πρὸ δὲ τοῦ Μαρίου καὶ Φάβιος Μάξιμος ὁ Αἰμιλιανός, ὀλίγην κομιδῇ στρατιὰν ἔχων, ἐπολέμησε τοῖς Κελτοῖς, καὶ δώδεκα μυριάδας αὐτῶν ἐν μιᾷ μάχῃ κατέκανε, πεντεκαίδεκα μόνους τῶν ἰδίων ἀποβαλών.
マリオス以前には、ファビウス・マクシムス・アエミリアヌスもまた、極めて少数の軍勢を率いてケルト人と戦い、一回の戦闘で彼らのうち十二万人を討ち取り、自軍の損失はわずか十五人にすぎなかった。
καὶ ταῦτα μέντοι ἔπραξε πιεζόμενος ὑπὸ τραύματος ὑπογυίου, καὶ τὰ τάγματα ἐπιὼν καὶ παραθαρρύνων, καὶ διδάσκων ὅπως τοῖς βαρβάροις πολεμητέον, τὰ μὲν ἐπʼ ἀπήνης φερόμενος, τὰ δὲ καὶ βάδην χειραγωγούμενος.
しかも彼は、最近受けた傷に苦しみながら、軍団を巡回して鼓舞し、蛮族とどのように戦うべきかを教えつつ、ある時は馬車に乗って運ばれ、ある時は手を引かれて歩きながら、これを行ったのである。
Καῖσαρ δὲ πολεμήσας αὐτοῖς πρῶτον μὲν Ἑλουητίους καὶ Τιγυρίους ἀμφὶ τὰς εἴκοσι μυριάδας ὄντας ἐνίκησεν.
カエサルは彼らと戦い、まずヘルウェティイ族とティグリーニ族(およそ二十万人)を破った。
οἱ Τιγύριοι δʼ αὐτῶν χρόνῳ ἔμπροσθεν Πίσωνος καὶ Κασσίου τινὰ στρατὸν ἑλόντες ὑπὸ ζυγὸν ἐξεπεπόμφεσαν, ὡς ἐν χρονικαῖς συντάξεσι δοκεῖ Παύλῳ τῷ Κλαυδίῳ.
ティグリーニ族は、それより以前にピソとカッシウスの軍を捕らえて軛の下をくぐらせたことがあった。 これはパウルス・クラウディウスの年代記に記されている通りである。
τοὺς μὲν οὖν Τιγυρίους ὑποστράτηγος αὐτοῦ Λαβιηνὸς ἐνίκησε, τοὺς δὲ ἄλλους ὁ Καῖσαρ, καὶ Τρικούρους ἀμύνοντας σφίσιν, ἔπειτα τοὺς μετʼ Ἀριοουίστου Γερμανούς, οἳ καὶ τὰ μεγέθη μείζους τῶν μεγίστων ὑπῆρχον καὶ τὸ ἦθος ἄγριοι καὶ τὴν τόλμαν θρασύτατοι, καὶ θανάτου καταφρονηταὶ διʼ ἐλπίδα ἀναβιώσεως, καὶ κρύος ὁμοίως ἔφερον θάλπει, καὶ πόᾳ ἐχρῶντο παρὰ τὰς ἀπορίας τροφῇ, καὶ ὁ ἵππος ξύλοις.
そこで、ティグリーニ族は彼の副将ラビエヌスが破り、その他の者たち、および彼らを救援していたトリクリ族はカエサルが破った。 次いで、アリオウィストゥス率いるゲルマン人を破った。 彼らは体躯が最も巨大な者よりも巨大であり、性質は極めて狂暴、気宇は極めて大胆であり、再生の希望があるために死を軽蔑し、寒さにも暑さにも同じように耐え、食料が不足したときには草を食物とし、馬には木を食べさせた。
ἦσαν δέ, ὡς ἔοικεν, οὐ φερέπονοι ἐν ταῖς μάχαις, οὐδὲ λογισμῷ ἢ ἐπιστήμῃ τινὶ ἀλλὰ θυμῷ χρώμενοι καθάπερ θηρία, διὸ καὶ ὑπὸ τῆς Ῥωμαίων ἐπιστήμης καὶ φερεπονίας ἡσσῶντο.
彼らは、どうやら戦闘において耐え忍ぶことがなく、理知や何らかの技術ではなく、野獣のように激情を用いて戦った。 そのため、ローマ人の技術と忍耐によって敗れたのである。
οἱ μὲν γὰρ μετὰ ὁρμῆς βαρυτάτης ἐπεπήδων αὐτοῖς, καὶ ὅλην ὁμοῦ τὴν φάλαγγα ἀνεώθουν· Ῥωμαῖοι δʼ ὑπέμενον ἐν τάξει, καὶ κατεστρατήγουν αὐτούς, καὶ ὀκτακισμυρίους αὐτῶν τελευτῶντες ἀπέκτειναν.
というのも、彼らは極めて激しい勢いでローマ人に襲いかかり、ファランクス全体を一度に押し戻したが、ローマ人は隊列を維持して持ちこたえ、彼らの裏をかき、最終的には彼らのうち八万人を殺害したからである。
μετὰ τούτους ὁ Καῖσαρ τοῖς καλουμένοις Βέλγαις ἐπιπεσὼν ποταμόν τινα περῶσι, τοσούτους ἀπέκτεινεν ὡς τὸν ποταμὸν γεφυρωθέντα τοῖς σώμασι περᾶσαι.
これらの後にカエサルはベルガエと呼ばれる者たちが川を渡っているところに襲いかかり、死体で橋が架けられて渡れるほど多くの者を殺害した。
Νέρβιοι δὲ αὐτὸν ἐτρέψαντο, ἄρτι στρατόπεδον ἐξ ὁδοιπορίας κατασκευάζοντι αἰφνιδίως ἐπιπεσόντες, καὶ παμπόλλους ἐφόνευσαν, τοὺς δὲ ταξιάρχας καὶ λοχαγοὺς ἅπαντας·
しかしネルウィイ族は、彼が旅路から宿営地を設営している最中に突如襲いかかって彼を敗走させ、非常に多くの者を殺害し、大隊長や百人隊長を全員殺害した。
καὶ αὐτὸν ἐκεῖνον ἐς λόφον τινὰ μετὰ τῶν ὑπασπιστῶν πεφευγότα περιέσχον κύκλῳ.
そしてカエサル自身も、盾持ちたちと共に、ある丘に逃れたところを四方から取り囲まれた。
ὑπὸ δὲ τοῦ δεκάτου τάγματος αὐτοῖς ἐξόπισθεν ἐπιπεσόντος ἐφθάρησαν, ἑξακισμύριοι ὄντες.
しかし、第十軍団が背後から彼らに襲いかかったことによって、六万人いたネルウィイ族は全滅した。
ἦσαν δὲ τῶν Κίμβρων καὶ Τευτόνων ἀπόγονοι.
彼らはキンブリ族とテウトニ族の子孫であった。
ἐκράτησε δὲ καὶ Ἀλλοβρίγων ὁ Καῖσαρ.
カエサルはまた、アロブロゲス族をも制圧した。
Οὐσιπετῶν δὲ καὶ Ταγχαρέων τεσσαράκοντα μυριάδες, στρατεύσιμοί τε καὶ ἀστράτευτοι, συνεκόπησαν.
ウシペテス族とタンクテリ族の四十万人は、戦闘員も非戦闘員も合わせて、悉く斬り殺された。
Σούκαμβροι δὲ πεντακοσίοις ἱππεῦσι τοὺς πεντακισχιλίους ἱππεῖς τοῦ Καίσαρος ἔτρεψαν, ἐξαίφνης ἐπιπεσόντες, καὶ δίκην ἔδοσαν ἡττηθέντες μετὰ ταῦτα.
スガンブリ族は、五百の騎兵でカエサルの五千の騎兵を突如襲いかかって敗走させたが、その後に敗北して罰を受けた。
ἐπέρασε καὶ τὸν Ῥῆνον πρῶτος Ῥωμαίων ὁ Καῖσαρ, καὶ ἐς τὴν Βρεττανίδα νῆσον, ἠπείρου τε μείζονα οὖσαν μεγίστης καὶ τοῖς τῇδε ἀνθρώποις ἄγνωστον ἔτι.
カエサルはまた、ローマ人で最初にライン川を渡り、最大の陸地よりもさらに大きく、そこに住む人々にはまだ知られていなかったブリタニア島へと渡った。
ἐπέρασε δὲ κατὰ τὸν καιρὸν τῆς ἀμπώτεως·
彼は引き潮の時期に渡った。
ἄρτι γὰρ τὸ πάθος ἥπτετο τῆς θαλάσσης, καὶ ὁ στόλος ἐσαλεύετο, ἠρέμα πρῶτον, εἶτα ὀξύτερον, μέχρι σὺν βιαίῳ τάχει διέπλευσεν ὁ Καῖσαρ ἐς τὴν Βρεττανίαν. "
というのも、海の現象が始まったばかりで、艦隊は最初は穏やかに、次いでより激しく揺れていたが、カエサルは力強い速さでブリタニアへと航海し遂げたからである。

語釈・文法注

  1. 1ἵνα μὴ κατʼ αὐτῶν ἐνεχθείη τὰ δόρατα — 目的節(ἵνα μή)における希求法の使用。主節の動詞が過去(ἐκέλευσε)であるため、歴史副時制に準拠して接続法ではなく希求法(ἐνεχθείη、φέρω のアオリスト受動)が選ばれている。
  2. 1καταπλήξειν γὰρ ὧδε τοὺς πολεμίους τοσῶνδε δοράτων ἄφεσιν... — 間接話法における未来不定詞。文脈上、独裁官スルピキウスの作戦意図や思考を表す。主語は対格の τοσῶνδε δοράτων ἄφεσιν καὶ ἐπʼ αὐτῇ ταχεῖαν ἐπιχείρησιν(これほど多くの槍の放出とそれに続く迅速な攻撃)、動詞は未来不定詞 καταπλήξειν、目的語は対格の τοὺς πολεμίους である。
  3. 2μυριάσι τε γὰρ ἀνδρῶν ἀγρίων... ἐς χεῖρας ἦλθον... τετρακοσίων πλείοσι — 動詞句 ἐς χεῖρας ἔρχομαι(白兵戦に入る、交戦する)は、交戦相手を「与格」で支配する。ここでは、数詞としての「万」を表す与格 μυριάσι が、比較級 πλείοσι(πλείων の与格)および属格比較の対象となる数詞 τετρακοσίων と結合し、「400万を超える(獰猛な男たち)」という意味を形成している。
  4. 3καὶ ὁ ἵππος ξύλοις — 動詞の省略構文。直前の節である καὶ πόᾳ ἐχρῶντο... から、動詞 ἐχρῶντο(ここでは単数主語 ὁ ἵππος に合わせて ἐχρῆτο となる)が省略されている。また、与格 ξύλοις(木)は χράομαι の目的語である。

この箇所を引用する

アッピアノス, ガリア史 §I. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg005.humanitext-grc2:I

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。