§XI"ὅτι τὸν Πύρρον ἤδη μὲν τὰ Ῥωμαίων κατέπλησσεν, ἐτάρασσε δὲ καὶ τὰ ἐν Μολοσσοῖς θορυβούμενα.
一方,皮洛士已被罗马人的势头所震慑,而莫洛西人中所发生的骚乱也让他感到不安。
Ἀγαθοκλῆς τε, ἄρχων Σικελίαν ἄρτι ἐτεθνήκει, οὗ θυγατέρα Λάνασσαν ἔχων ο Πύρρος ἐν ταῖς γυναιξί, τὴν νῆσον οἰκείαν ἀντὶ τῆς Ἰταλίας περιεβλέπετο.
此外,统治西西里的阿加托克利斯刚刚去世,由于皮洛士娶了他的女儿拉纳萨为妻,他便开始把这座岛屿视为自己的领地,而不是意大利。
ὤκνει δʼ ὅμως ἔτι τοὺς ἐπικαλέσαντας ἄνευ τινὸς εἰρήνης καταλιπεῖν.
然而,他仍不愿在没有达成某种和平的情况下,就抛弃那些召他前来的人。
ἄσμενος οὖν τῆς προφάσεως τῆς περὶ τὸν αὐτόμολον ἐπιβὰς ἐμαρτύρει τοῖς ὑπάτοις, καὶ Κινέαν ἔπεμπεν ἐς Ῥώμην χάριν ὁμολογήσοντα τῆς σωτηρίας τοῦ βασιλέως, καὶ τοὺς αἰχμαλώτους ἀμοιβὴν ἄγοντα, εἰρήνην τε ὅτῃ δύναιτο πράξοντα.
因此,他乐于利用有关那个逃兵的借口,向执政官们作证,并派遣基内亚斯前往罗马,对救了国王一命表示感谢,同时带回俘虏作为回报,并尽其所能达成和平。
δῶρα δʼ ὁ Κινέας ἔφερε πολλὰ μὲν ἀνδράσι πολλὰ δὲ γυναιξί, φιλοχρήματον καὶ φιλόδωρον εἶναι τὴν πόλιν πυθόμενος, καὶ τὰς γυναῖκας ἰσχύειν παρὰ Ῥωμαίοις ἐκ παλαιοῦ.
基内亚斯给男人们和女人们都带去了许多礼物,因为他听说这座城市贪图钱财、喜好礼物,而且罗马妇女自古以来就拥有很大的影响力。
οἱ δὲ περὶ μὲν τῶν δώρων ἐνεκελεύσαντο ἀλλήλοις· καί φασιν οὐδένα λαβεῖν οὐδέν, οὔτε ἄνδρα οὔτε γυναῖκα.
但罗马人互相戒勉,不得接受这些礼物;据说没有任何人接受了任何东西,无论男人还是女人。
ἀπεκρίναντο δʼ αὐτῷ, καθὰ καὶ πρότερον, ἀπελθόντα Πύρρον ἐξ Ἰταλίας πρεσβεύειν πρὸς αὐτοὺς ἄνευ δώρων· ἀπορήσειν γὰρ οὐδενὸς τῶν δικαίων.
他们对他的答复和以前一样:皮洛士必须先离开意大利,然后再不带礼物地向他们派遣使者,因为他绝不会被拒绝任何正当的要求。
τοὺς δὲ πρέσβεις καὶ αὐτοὶ πολυτελῶς ἐξένιζον, καὶ Πύρρῳ τοὺς Ταραντίνων καὶ τῶν ἄλλων αὐτοῦ συμμάχων αἰχμαλώτους ἀντέπεμπον.
他们自己也隆重地款待了使者,并将塔兰托人及皮洛士其他盟友的俘虏送还给皮洛士。
ὁ μὲν δὴ Πύρρος ἐπὶ τούτοις ἐς Σικελίαν διέπλει μετά τε τῶν ἐλεφάντων καὶ ὀκτακισχιλίων ἱππέων, ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς τὴν Ἰταλίαν.
在这种情况下,皮洛士带着战象和八千骑兵渡海前往西西里,并向盟友许诺他将从西西里返回意大利。
καὶ ἐπανῆλθεν ἔτει τρίτῷ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας. "
他在第三年返回,因为迦太基人将他赶出了西西里。
§XII"ὅτι Πύρρος μετὰ τὴν μάχην καὶ τὰς πρὸς Ῥωμαίους συνθήκας ἐς Σικελίαν διέπλει, ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς Ἰταλίαν.
皮洛士在战斗以及与罗马人达成协定后,渡海前往西西里,并向盟友许诺他将从西西里返回意大利。
καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας, ἤδη καὶ τοῖς Σικελιώταις βαρὺν ἐπί τε ξενίαις καὶ χορηγίαις καὶ φρουραῖς καὶ ἐσφοραῖς γενόμενον.
他在第三年返回,因为迦太基人将他赶出了西西里,当时他在招待、物资、驻军和税收方面已经成为西西里人的沉重负担。
ὁ μὲν δὴ πλούσιος ἐν τῶνδε γεγονὼς ἐς τὸ Ῥήγιον διέπλει ναυσὶ καταφράκτοις δέκα καὶ ἑκατόν, φορτίσι δὲ καὶ ὁλκάσι πολὺ πλείοσιν·
通过这些手段变得富有的他,率领一百一十艘有盖战船以及多得多的货船和商船渡海前往雷吉翁。
οἱ δὲ Καρχηδόνιοι διαναυμαχήσαντες αὐτῷ κατέδυσαν ναῦς ἑβδομήκοντα, καὶ τὰς λοιπὰς ἄπλους ἐποίησαν, πλὴν δώδεκα μόνων, αἷς ὁ Πύρρος διαφυγὼν ἐτίνυτο Λοκροὺς τοὺς ἐπιζεφυρίους, ὅτι φρουρὰν αὐτοῦ καὶ τὸν φρούραρχον αὐτῆς, ὑβρίσαντας ἐς αὐτούς, ἀνῃρήκεσαν.
但迦太基人与他进行了一场海战,击沉了七十艘船,并使其余的船只无法航行,仅剩下十二艘。 皮洛士乘这十二艘船逃脱,并向厄庇泽费里乌斯的洛克里人复仇,因为洛克里人杀死了他的驻军和侮辱了他们的驻军长官。
ὠμῶς δʼ αὐτοὺς καὶ πικρῶς κτείνων τε καὶ συλῶν ὁ Πύρρος οὐδὲ τῶν ἀναθημάτων τῆς Περσεφόνης ἀπέσχετο, ἐπισκώψας τὴν ἄκαιρον θεοσέβειαν εἶναι δεισιδαιμονίαν, τὸ δὲ συλλέξαι πλοῦτον ἄπονον εὐβουλίαν.
皮洛士残酷而无情地杀戮并抢劫他们,甚至连珀耳塞福涅的供品也没有放过,嘲笑说不合时宜的敬神是迷信,而毫不费力地聚敛财富才是明智。
ἀναχθέντα δʼ αὐτὸν μετὰ τῶν σύλων χειμὼν ὑπέλαβε, καὶ τῶν νεῶν τὰς μὲν κατέδυσε καὶ διέφθειρεν αὐτοῖς ἀνδράσι, τὰς δʼ ἐς τὴν γῆν ἐξέρριψεν.
但当他带着掠夺物启航时,一场暴风雨袭击了他,将部分船只连同船员一起击沉毁灭,将其余船只抛上海滩。
τὰ δὲ ἱερὰ πάντα σῶα ὁ κλύδων ἐς τοὺς Λοκρῶν λιμένας ἐπανήγαγεν, ὥστε καὶ Πύρρον ὀψὲ τῆς ἀσεβείας αἰσθόμενον ἀναθεῖναί τε αὐτὰ ἐς τὸ ἱερὸν τῇ Περσεφόνῃ, καὶ θυσίαις ἱλάσκεσθαι τὴν θεὸν πολλαῖς.
然而,所有的神圣财宝都被波浪完好无损地送回了洛克里人的港口,以至于皮洛士也终于意识到了自己的不敬,不仅将它们归还到珀耳塞福涅的神庙,还通过多次祭祀来抚慰女神。
τῶν δὲ ἱερῶν οὐκ ἀπαντώντων ἔτι μᾶλλον ἐξεμαίνετο, καὶ τοὺς περὶ τῆς ἱεροσυλίας αὐτῷ συμβουλεύσαντας ἢ λέγοντι συνθεμένους, ἢ διακονησαμένους τὸ ἔργον, ἔκτεινεν.
但由于祭祀未得吉兆,他变得更加疯狂,将那些就亵渎神庙向他献计、或在他提起时表示赞同、或协助执行这一行为的人全部处死。
ὁ μὲν δὴ Πύρρος οὕτως ἐπεπράχει κακῶς. "
皮洛士就这样落得个悲惨的结局。