← アッピアノス

王たち

§2-13

王政期ローマの七人の王と初期の伝承

王政期ローマの七人の王の事績や最期、およびサビニ人との和解、タルペイアやコクラスの逸話、クラウディウスのローマ亡命といった初期ローマ史の主要な出来事の断片。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2

"ὁ μὲν πρῶτος τόμος τῶν ἑπτὰ βασιλέων, Ῥωμύλου, Νουμᾶ Πομπιλίου, Ἄγκου Ὁστιλίου καὶ Ἄγκου ἑτέρου τοῦ καὶ Μαρκίου, ἐπιγόνου Νουμᾶ, Ταρκυνίου, Σερουίου Τυλλίου, καὶ Ταρκυνίου Λευκίου τοῦ Ταρκυνίου, τούτων τῶν ἑπτὰ ἔργα τε καὶ πράξεις περιέχει. ὧν ὁ πρῶτος κτίστης τε Ῥώμης καὶ οἰκιστὴς γεγονώς, ἄρξας τε πατρικῶς μᾶλλον ἢ τυραννικῶς, ὅμως ἐσφάγη, ἢ ὡς ἄλλοι φασίν, ἠφανίσθη. ὁ δὲ δεύτερος οὐδὲν ἧττον βεβασιλευκώς, εἰ μὴ καὶ μᾶλλον,1 τὸν ἑαυτοῦ βίον ἐτελεύτησε ζήσας ὁ δὲ τρίτος ἐκεραυνώθη. νόσῳ δὲ τὸν βίον ὁ τέταρτος ὑπεξῆλθεν. ὁ δὲ πέμπτος ὑπὸ ποιμένων ἐσφάγη, καὶ ὁ ἕκτος ὁμοίως σφαγῇ κατέστρεψε τὸν βίον. ὁ δὲ ἕβδομος καὶ τῆς πόλεως καὶ τῆς βασιλείας παρανομῶν ἐξηλάθη· ἐξ οὗ τῆς βασιλείας καταλυθείσης εἰς τοὺς ὑπάτους τὰ τῆς ἀρχῆς μετετέθη."

第一巻は、ロムルス、ヌマ・ポンピリウス、アンクス・ホスティリウスと、ヌマの子孫であってマルキウスとも呼ばれるもう一人のアンクス、タルクィニウス、セルウィウス・トゥッリウス、そしてタルクィニウスの子タルクィニウス・ルキウスという七人の王の業績と事績を含んでいる。彼らのうち最初の者はローマの創建者にして入植者となり、僭主としてというよりはむしろ父のように支配したが、それにもかかわらず殺害されたか、あるいは他の人々が言うように、姿を消した。二番目の者は、劣らず、いやそれ以上に統治してその生涯を終えた。三番目の者は雷撃に打たれた。四番目の者は病によって生涯を去った。五番目の者は羊飼いたちによって殺害され、六番目の者も同様に殺害されて生涯を終えた。七番目の者は不法を働いたために、都市からも王位からも追放された。彼の王位が廃止されたことにより、支配権は執政官たちへと移された。

§3

"ἡ δὲ τὸν πατέρα φυλάξασα2 ἀποδημοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον."

彼女は、父親が旅に出ているのを好機としてうかがい、タティウスに砦を明け渡すことを約束する。

§4

"κελεύσαντος δὲ Τατίου τὸν χρυσὸν ἐς τὴν παῖδα ἐλίθαζον, ἔστε τιτρωσκομένη κατεχώσθη."

タティウスが命令すると、彼らはその乙女に黄金を投げつけ、彼女は傷つき、埋もれてしまった。

§5

"ὅτι τὸν πόλεμον τὸν πρὸς Ῥωμύλον Τατίου αἱ Ῥωμαίων γυναῖκες καὶ Σαβίνων θυγατέρες διῄτησαν, αὐταὶ τῷ χάρακι τῶν γονέων προσελθοῦσαι, χεῖράς τε προτείνουσαι, καὶ βρέφη τὰ ἤδη σφίσιν ἐκ τῶν ἀνδρῶν γενόμενα ἐπιδεικνύουσαι, καὶ τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν.3 ἐδέοντό τε λαβεῖν τινὰ οἶκτον τοὺς Σαβίνους σφῶν τε αὐτῶν καὶ κηδεστῶν καὶ ἐκγόνων καὶ θυγατέρων, καὶ φείσασθαι συγγενοῦς καὶ μιαροῦ πολέμου, ἢ πρώτας ἀνελεῖν αἳ τὴν αἰτίαν ἔχουσι τοῦ πολέμου. οἱ δὲ τῶν τε παρόντων ἀπορίᾳ καὶ οἴκτῳ τῶν γυναικῶν, συγγιγνώσκοντες ἤδη μὴ καθʼ ὕβριν εἰργάσθαι ταῦτα Ρωμαίους ἀλλʼ ὑπὸ χρείας, ἐς τὰς διαλλαγὰς ἐνεδίδουν. καὶ συνελθόντες Ῥωμύλος τε καὶ Τάτιος ἐς τὴν ἐξ ἐκείνου ἱερὰν γενομένην ὁδὸν ἐπὶ τοῖσδε συνέβησαν, βασιλεύειν μὲν ἄμφω, Τάτιόν τε καὶ Ῥωμύλον, Σαβίνους δὲ τοὺς τότε τῷ Τατίῳ συστρατεύσαντας, καὶ εἴ τινες ἄλλοι τῶν Σαβίνων ἐθέλοιεν, ἐς τὸ Ῥωμαίων μετοικίζεσθαι ἐπʼ ἴσῃ καὶ ὁμοίᾳ."

ロムルスに対するタティウスの戦争を、ローマ人の妻たちでありサビニ人の娘たちである彼女たち自身が、親たちの陣営に自ら赴き、両手を差し伸べ、すでに夫たちとの間に生まれた赤ん坊たちを示し、夫たちが彼女たちに対して何ら不当なことを犯していないと証言して、調停したこと。そして彼女たちは、サビニ人たちに自分たち自身や姻戚、子孫、そして娘たちへの憐れみを持つよう哀願し、血縁者同士の穢れた戦争を控えるか、あるいは戦争の原因である自分たちを最初に殺してくれと頼んだ。彼らは、目の前の状況における困惑と女たちへの憐れみから、ローマ人たちがこれらを侮辱からではなく必要に迫られて行ったのだと理解し、和解へと応じた。そして、ロムルスとタティウスは会合し、そののち聖なる道と呼ばれるようになった場所で以下の条件で合意した。すなわち、タティウスとロムルスの双方が支配すること、そして当時タティウスと共に戦ったサビニ人、および他のサビニ人で望む者は誰でも、対等かつ同様の権利をもってローマへと移住すること。

§6

"ὁ δὲ στρατηγὸς αἰσθόμενος παρʼ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ."

将軍は、個人的な客人から情報を察知してホスティリウスに告げた。

§7

"οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον."

人々は、彼が三人の男にすべてを不当に委ねたとして彼を非難した。

§8

"συμβάσεις ποιεῖν ἐφʼ οἷς ἂν Γάβιοι δικαιῶσιν."

ガビイの人々が適当と認める条件で条約を結ぶこと。

§9

"ὠνεῖται τὰ τρία βιβλία τῆς τιμῆς τῶν ἐννέα."

九冊分の価格で(残りの)三冊の本を買い取る。

§10

"ὁ δὲ Ὁράτιος λελωβημένος ἦν τὰ σκέλη, ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν."

ホラティウスは両脚を不具にしており、脚が使えないために、戦争においても平和においても執政官職を得ることができなかった。

§11

"οἱ ὕπατοι τὰ ὅρκια προύτεινον, καὶ ἐς πάντα ἔφασαν ἐνδώσειν μᾶλλον ἢ Ταρκύνιον προσήσεσθαι."

執政官たちは誓いを差し出し、タルクィニウスを受け入れるよりは、他のあらゆることに屈する方がましだと述べた。

§12

"ὅτι Ταρκύνιος Σαβίνους κατὰ Ῥωμαίων ἠρέθιζε. Κλαύδιος δέ, ἀνὴρ Σαβῖνος ἐκ Ῥηγίλλου πόλεως δυνατός, οὐκ εἴα τοὺς Σαβίνους παρασπονδεῖν, ἕως κρινόμενος ἐπὶ τῷδε ἔφυγεν ἐς Ῥώμην μετὰ συγγενῶν καὶ φίλων καὶ δούλων πεντακισχιλίων. οἷς πᾶσι Ῥωμαῖοι χώραν ἐς οἰκίας ἔδοσαν καὶ γῆν ἐς γεωργίαν, καὶ πολίτας ἔθεντο. τὸν δὲ Κλαύδιον καὶ ἐς τὸ βουλευτήριον κατέλεξαν, ἀποδεικνύμενον ἔργα λαμπρὰ κατὰ τῶν Σαβίνων· καὶ φυλὴν ἐπώνυμον αὐτοῦ κατέστησαν."

タルクィニウスがサビニ人をローマ人に対して煽動していたこと。しかし、レギッルム市出身の有力なサビニ人であるクラウディウスは、サビニ人が条約に背くことを許さず、ついにこのことで裁判にかけられ、親族や友人、それに五千人の奴隷を伴ってローマへと亡命した。ローマ人は彼ら全員に家を建てる土地と耕作のための地を与え、市民とした。そしてクラウディウスを元老院に登録した。彼はサビニ人に対して輝かしい軍功を示したからである。また、彼の名にちなんだ部族を設置した。

§13

"Λατῖνοι ἔνσπονδοι Ῥωμαίοις ὄντες ἐστράτευον ἐπʼ αὐτούς οἱ δὲ Λατῖνοι ἐγκλήματα εἰς Ῥωμαίους ἐποιοῦντο τήν τε πάρεσιν αὐτῶν τὴν ἐπὶ σφᾶς4 ὄντας ἐνσπόνδους καὶ συγγενεῖς."

ローマ人と同盟関係にあったラティニ人が彼らに対して軍を進めた。ラティニ人はローマ人に対して不満を申し立てていた。それは、同盟者であり血縁者でもある自分たちに対する、ローマ人の怠慢のせいであるとして。

構文注4 件
  1. 2οὐδὲν ἧττον βεβασιλευκώς, εἰ μὴ καὶ μᾶλλον

    「劣らず統治した、いやそれ以上に統治したと言えないまでも」の意。条件節 εἰ μὴ καὶ μᾶλλον(もしそれ以上でないとしても)が、前節の οὐδὲν ἧττον と結びついて「それ以上に」という肯定的な強調を表している。

  2. 3φυλάξασα

    動詞 φυλάσσω(見張る、守る)のアオリスト能動態分詞。ここでは父親が留守にする「機会をうかがって」、あるいは「父親が不在になるのを待って」という好機を狙う意味で用いられている。

  3. 5τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν

    与格 τοῖς ἀνδράσι(夫たちに/夫たちのために)は μαρτυροῦσαι(証言する)に係る。不定詞 ἁμαρτεῖν(過ちを犯す)の意味上の主語は対格ではないが、文脈上この与格(夫たちが)であり、μηδὲν ὑβριστικὸν(何ら不当なことを)が対格目的語として機能している。

  4. 13τήν τε πάρεσιν αὐτῶν τὴν ἐπὶ σφᾶς

    名詞 πάρεσις(無視、怠慢)に伴う属格 αὐτῶν は、ローマ人を指す主格的属格であり、「彼ら(ローマ人)が、同盟者であり血縁者である自分たち(ラティニ人)を放置・無視していること」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 1 件
  • 2026-10-09 底本との照合 — 原文 2 件
urn:cts:greekLit:tlg0551.tlg002.humanitext-grc2:2-13