§8.3.1ὅτε δὴ τὰς Συρακούσας Ἐπικύδης τε καὶ Ἱπποκράτης κατέλαβον, ἑαυτούς τε καὶ τοὺς ἄλλους τῶν πολιτῶν τῆς Ῥωμαίων φιλίας ἀλλοτριώσαντες, οἱ Ῥωμαῖοι προσπεπτωκυίας αὐτοῖς ἤδη καὶ τῆς Ἱερωνύμου τοῦ Συρακοσίων τυράννου καταστροφῆς Ἄππιον Κλαύδιον ἀντιστράτηγον καταστήσαντες αὐτῷ μὲν τὴν πεζὴν συνέστησαν δύναμιν, τὸν δὲ νηΐτην αὐτοῖς στόλον ἐπετρόπευσε Μάρκος Κλαύδιος.
当伊皮皮德斯与希波克拉底占领叙拉古,并使自己及其他市民与罗马人的友谊疏远时,罗马人因叙拉古僭主希洛尼摩斯覆灭的消息已传到他们那里,便任命阿庇乌斯·克劳狄为副政务官,将陆军部队交托给他,而马尔库斯·克劳狄则为他们统帅海军舰队。
§8.3.2οὗτοι μὲν δὴ τὴν στρατοπεδείαν ἐβάλοντο μικρὸν ἀποσχόντες τῆς πόλεως, τὰς δὲ προσβολὰς ἔκριναν ποιεῖσθαι τῇ μὲν πεζῇ δυνάμει κατὰ τοὺς ἀπὸ τῶν Ἑξαπύλων τόπους, τῇ δὲ ναυτικῇ τῆς Ἀχραδίνης κατὰ τὴν Σκυτικὴν προσαγορευομένην στοάν, καθʼ ἣν ἐπʼ αὐτῆς κεῖται τῆς κρηπῖδος τὸ τεῖχος παρὰ θάλατταν.
他们在离城不远的地方安营扎寨,决定以陆军部队向赫克萨皮隆一带发起进攻,而以海军向阿克拉迪纳那被称为“斯基泰柱廊”的地方发起进攻,在那里,城墙就建在紧邻大海的基石之上。
§8.3.3ἑτοιμασάμενοι δὲ γέρρα καὶ βέλη καὶ τἄλλα τὰ πρὸς τὴν πολιορκίαν, ἐν ἡμέραις πέντε διὰ τὴν πολυχειρίαν ἤλπισαν καταταχήσειν τῇ παρασκευῇ τοὺς ὑπεναντίους, οὐ λογισάμενοι τὴν Ἀρχιμήδους δύναμιν, οὐδὲ προϊδόμενοι διότι μία ψυχὴ τῆς ἁπάσης ἐστὶ πολυχειρίας ἐν ἐνίοις καιροῖς ἀνυστικωτέρα.
他们准备了掩体、投射兵器以及其他攻城器具,由于人手众多,他们希望在五天之内凭借这些装备战胜对手,却没有考虑到阿基米德的力量,也没有预料到在某些时候,一个人的智慧比所有众多的人手更有效。
πλὴν τότε διʼ αὐτῶν ἔγνωσαν τῶν ἔργων τὸ λεγόμενον.
然而,当时他们通过事实本身领悟了这句俗话。
§8.3.4οὔσης γὰρ ὀχυρᾶς τῆς πόλεως διὰ τὸ κεῖσθαι κύκλῳ τὸ τεῖχος ἐπὶ τόπων ὑπερδεξίων καὶ προκειμένης ὀφρύος, πρὸς ἣν καὶ μηδενὸς κωλύοντος οὐκ ἂν εὐμαρῶς τις δύναιτο πελάσαι πλὴν κατά τινας τόπους ὡρισμένους,
因为城墙环绕在居高临下的地势和突出的悬崖之上,城市显得十分坚固,即使在无人阻拦的情况下,除了某些特定的地点外,人们也无法轻易接近它。
§8.3.5τοιαύτην ἡτοίμασε παρασκευὴν ὁ προειρημένος ἀνὴρ ἐντὸς τῆς πόλεως, ὁμοίως δὲ καὶ πρὸς τοὺς κατὰ θάλατταν ἐπιπορευομένους, ὥστε μηδὲν ἐκ τοῦ καιροῦ δεῖν ἀσχολεῖσθαι τοὺς ἀμυνομένους, πρὸς πᾶν δὲ τὸ γινόμενον ὑπὸ τῶν ἐναντίων ἐξ ἑτοίμου ποιεῖσθαι τὴν ἀπάντησιν.
前述的那个人在城内做好了这样的防御准备,同样也针对从海上进犯的敌人做好了准备,以至于防守者根本不需要因临时的紧急情况而手忙脚乱,而是能够对敌人采取的一切行动立即做出应对。
§8.3.6πλὴν ὁ μὲν Ἄππιος ἔχων γέρρα καὶ κλίμακας ἐνεχείρει προσφέρειν ταῦτα τῷ συνάπτοντι τείχει τοῖς Ἑξαπύλοις ἀπὸ τῶν ἀνατολῶν.
于是,阿庇乌斯带着掩体和梯子,企图从东侧将这些工具靠上与赫克萨皮隆相连的城壁。