§6.14.1ἐκ δὲ τούτων τίς οὐκ ἂν εἰκότως ἐπιζητήσειε ποία καὶ τίς ποτʼ ἐστὶν ἡ τῷ δήμῳ καταλειπομένη μερὶς ἐν τῷ πολιτεύματι,
由此看来,在国家政体中留给公民大会的究竟是哪一部分,又是怎样的一份,谁不会理所当然地提出疑问呢?
§6.14.2τῆς μὲν συγκλήτου τῶν κατὰ μέρος ὧν εἰρήκαμεν κυρίας ὑπαρχούσης, τὸ δὲ μέγιστον, ὑπʼ αὐτῆς καὶ τῆς εἰσόδου καὶ τῆς ἐξόδου χειριζομένης ἁπάσης, τῶν δὲ στρατηγῶν ὑπάτων πάλιν αὐτοκράτορα μὲν ἐχόντων δύναμιν περὶ τὰς τοῦ πολέμου παρασκευάς, αὐτοκράτορα δὲ τὴν ἐν τοῖς ὑπαίθροις ἐξουσίαν;
因为一方面,元老院控制着我们所说的那些个别事务,而且最重要的是,所有的收入和支出都由它自己来处理;另一方面,作为将军的执政官们在战争准备方面拥有绝对的权力,在野外也拥有绝对的权威。
§6.14.3οὐ μὴν ἀλλὰ καταλείπεται μερὶς καὶ τῷ δήμῳ, καὶ καταλείπεταί γε βαρυτάτη.
然而,留给公民大会的也确实有一部分,而且是极为重要的一部分。
§6.14.4τιμῆς γάρ ἐστι καὶ τιμωρίας ἐν τῇ πολιτείᾳ μόνος ὁ δῆμος κύριος, οἷς συνέχονται μόνοις καὶ δυναστεῖαι καὶ πολιτεῖαι καὶ συλλήβδην πᾶς ὁ τῶν ἀνθρώπων βίος.
因为在国政中,唯有公民大会拥有授勋和惩罚的控制权,也只有通过这两者,统治权力、政体,一言以蔽之,人类的整个生活才得以维系。
§6.14.5παρʼ οἷς γὰρ ἢ μὴ γινώσκεσθαι συμβαίνει τὴν τοιαύτην διαφορὰν ἢ γινωσκομένην χειρίζεσθαι κακῶς, παρὰ τούτοις οὐδὲν οἷόν τε κατὰ λόγον διοικεῖσθαι τῶν ὑφεστώτων·
因为在那些不承认这种区别,或者虽承认却处理不当的人们当中,现存的事务没有一件能够合乎理性地进行管理。
πῶς γὰρ εἰκὸς ἐν ἴσῃ τιμῇ [ὄντων] τῶν ἀγαθῶν τοῖς κακοῖς;
因为,如果善人与恶人享有同等的荣誉,这又怎能说是合理的呢?
§6.14.6κρίνει μὲν οὖν ὁ δῆμος καὶ διαφόρου πολλάκις, ὅταν ἀξιόχρεων ᾖ τὸ τίμημα τῆς ἀδικίας, καὶ μάλιστα τοὺς τὰς ἐπιφανεῖς ἐσχηκότας ἀρχάς.
因此,当不法行为的罚金数额巨大时,公民大会也常常对罚金案进行审判,尤其是针对那些曾担任显赫官职的人。
θανάτου δὲ κρίνει μόνος.
而对于死刑,则唯有公民大会才能审判。
§6.14.7καὶ γίνεταί τι περὶ ταύτην τὴν χρείαν παρʼ αὐτοῖς ἄξιον ἐπαίνου καὶ μνήμης.
在他们中间,关于这种做法,有一件值得赞赏和铭记的事。
τοῖς γὰρ θανάτου κρινομένοις, ἐπὰν καταδικάζωνται, δίδωσι τὴν ἐξουσίαν τὸ παρʼ αὐτοῖς ἔθος ἀπαλλάττεσθαι φανερῶς, κἂν ἔτι μία λείπηται φυλὴ τῶν ἐπικυρουσῶν τὴν κρίσιν ἀψηφοφόρητος, ἑκούσιον ἑαυτοῦ καταγνόντα φυγαδείαν.
因为对于那些被判处死刑的人,当他们将被定罪时,当地的习俗赋予他们公开离去的权利,即使在批准判决的部落中还有一个部落尚未投票,他也可以通过对自己判处自愿流放来离开。
§6.14.8ἔστι δʼ ἀσφάλεια τοῖς φεύγουσιν ἔν τε τῇ Νεαπολιτῶν καὶ Πραινεστίνων, ἔτι δὲ Τιβουρίνων πόλει, καὶ ταῖς ἄλλαις, πρὸς ἃς ἔχουσιν ὅρκια.
对于流亡者而言,在尼亞波利斯、普賴內斯特、蒂布爾以及其他与他们有条约关系的城市中,都是安全的。
§6.14.9καὶ μὴν τὰς ἀρχὰς ὁ δῆμος δίδωσι τοῖς ἀξίοις· ὅπερ ἐστὶ κάλλιστον ἆθλον ἐν πολιτείᾳ καλοκἀγαθίας.
再者,公民大会将官职授予合乎资格的人;这在国政中是奖赏德行最美好的奖品。
§6.14.10ἔχει δὲ τὴν κυρίαν καὶ περὶ τῆς τῶν νόμων δοκιμασίας, καὶ τὸ μέγιστον, ὑπὲρ εἰρήνης οὗτος βουλεύεται καὶ πολέμου.
此外,对于法律的批准,公民大会也拥有决定权,最重要的是,由它来审议和平与战争。
§6.14.11καὶ μὴν περὶ συμμαχίας καὶ διαλύσεως καὶ συνθηκῶν οὗτός ἐστιν ὁ βεβαιῶν ἕκαστα τούτων καὶ κύρια ποιῶν ἢ τοὐναντίον.
此外,关于同盟、和约以及条约,是他们来确认其中的每一项并使之生效,或者相反。
§6.14.12ὥστε πάλιν ἐκ τούτων εἰκότως ἄν τινʼ εἰπεῖν ὅτι μεγίστην ὁ δῆμος ἔχει μερίδα καὶ δημοκρατικόν ἐστι τὸ πολίτευμα.
因而再次从此看来,人们理所当然会说,公民大会拥有极大的份额,并且该政体是民主制的。