§6.13.1καὶ μὴν ἡ σύγκλητος πρῶτον μὲν ἔχει τὴν τοῦ ταμιείου κυρίαν.
再者,元老院首先拥有对国库的支配权。
καὶ γὰρ τῆς εἰσόδου πάσης αὕτη κρατεῖ καὶ τῆς ἐξόδου παραπλησίως.
因为所有的收入以及支出,同样都由它来控制。
§6.13.2οὔτε γὰρ εἰς τὰς κατὰ μέρος χρείας οὐδεμίαν ποιεῖν ἔξοδον οἱ ταμίαι δύνανται χωρὶς τῶν τῆς συγκλήτου δογμάτων πλὴν τὴν εἰς τοὺς ὑπάτους·
因为财务官们若无元老院的决议,不能为个别需要作任何支出,但为执政官所作的除外。
§6.13.3τῆς τε παρὰ πολὺ τῶν ἄλλων ὁλοσχερεστάτης καὶ μεγίστης δαπάνης, ἣν οἱ τιμηταὶ ποιοῦσιν εἰς τὰς ἐπισκευὰς καὶ κατασκευὰς τῶν δημοσίων κατὰ πενταετηρίδα, ταύτης ἡ σύγκλητός ἐστι κυρία, καὶ διὰ ταύτης γίνεται τὸ συγχώρημα τοῖς τιμηταῖς.
此外,对于比其他一切支出都远为庞大和最重要的支出——即监察官们每五年为公共建筑的修缮和建造所作的支出,元老院对此拥有支配权,且通过元老院,对监察官的拨款许可才得以实现。
§6.13.4ὁμοίως ὅσα τῶν ἀδικημάτων τῶν κατʼ Ἰταλίαν προσδεῖται δημοσίας ἐπισκέψεως, λέγω δʼ οἷον προδοσίας, συνωμοσίας, φαρμακείας, δολοφονίας, τῇ συγκλήτῳ μέλει περὶ τούτων.
同样,凡在意大利境内发生的需要公家调查的罪行,我的意思是例如叛国、阴谋、投毒、暗杀,皆由元老院管辖。
πρὸς δὲ τούτοις, §6.13.5εἴ τις ἰδιώτης ἢ πόλις τῶν κατὰ τὴν Ἰταλίαν διαλύσεως ἢ καὶ νὴ Δίʼ ἐπιτιμήσεως ἢ βοηθείας ἢ φυλακῆς προσδεῖται, τούτων πάντων ἐπιμελές ἐστι τῇ συγκλήτῳ.
除这些之外,如果意大利境内的任何个人或城市需要调解,甚至(凭宙斯起誓)惩戒、援助或防卫,这一切皆由元老院负责照顾。
§6.13.6καὶ μὴν εἰ τῶν ἐκτὸς Ἰταλίας πρός τινας ἐξαποστέλλειν δέοι πρεσβείαν τινʼ ἢ διαλύσουσάν τινας ἢ παρακαλέσουσαν ἢ καὶ νὴ Δίʼ ἐπιτάξουσαν ἢ παραληψομένην ἢ πόλεμον ἐπαγγέλλουσαν. αὕτη ποιεῖται τὴν πρόνοιαν.
不仅如此,如果需要向意大利以外的某些人派遣使节,或是为了调解,或是为了劝告,甚至(凭宙斯起誓)为了下达命令,或是为了接管,或是为了宣战,皆由元老院来作此规划。
§6.13.7ὁμοίως δὲ καὶ τῶν παραγενομένων εἰς Ῥώμην πρεσβειῶν ὡς δέον ἐστὶν ἑκάστοις χρῆσθαι καὶ ὡς δέον ἀποκριθῆναι, πάντα ταῦτα χειρίζεται διὰ τῆς συγκλήτου. πρὸς δὲ τὸν δῆμον καθάπαξ οὐδέν ἐστι τῶν προειρημένων.
同样,对于来到罗马的使节,应当如何对待每一个使节,以及应当如何给予答复,这一切事务皆通过元老院来处理。 相反,对于公民大会而言,上述事务完全与其无关。
§6.13.8ἐξ ὧν πάλιν ὁπότε τις ἐπιδημήσαι μὴ παρόντος ὑπάτου, τελείως ἀριστοκρατικὴ φαίνεθʼ ἡ πολιτεία.
因此,当执政官不在国内时,任何外人若来此逗留,该政体再次显得完全是贵族制的。
§6.13.9ὃ δὴ καὶ πολλοὶ τῶν Ἑλλήνων, ὁμοίως δὲ καὶ τῶν βασιλέων, πεπεισμένοι τυγχάνουσι, διὰ τὸ τὰ σφῶν πράγματα σχεδὸν πάντα τὴν σύγκλητον κυροῦν.
这正是许多希腊人,以及同样许多国王所深信不疑的,因为他们的事务几乎完全由元老院决定。