Humanitext Reader

波利比奥斯 · 历史 §4.76.1-4.76.9

阿佩莱斯对亚该亚人的压迫与腓力的干预

第 353 段,共 1311 段 · 希腊语

内容简介

阿佩莱斯企图通过强占营房和肉刑等手段迫使亚该亚人屈服,但亚该亚青年向国王告状,腓力五世国王随即介入并限制了阿佩莱斯的独断权。

§4.76.1Ἀπελλῆς δʼ, ὃς ἦν μὲν εἷς τῶν ὑπʼ Ἀντιγόνου καταλειφθέντων ἐπιτρόπων τοῦ παιδός, πλεῖστον δʼ ἐτύγχανε τότε δυνάμενος παρὰ τῷ βασιλεῖ, βουληθεὶς τὸ τῶν Ἀχαιῶν ἔθνος ἀγαγεῖν εἰς παραπλησίαν διάθεσιν τῇ Θετταλῶν, ἐπεβάλετο πρᾶγμα ποιεῖν μοχθηρόν.
阿佩莱斯是安提柯为那个孩子留下的监护人之一,当时他在国王身边拥有最大的权力。 他企图将亚该亚民族置于与色萨利人相似的境地,因而着手进行一项恶劣的企图。
§4.76.2Θετταλοὶ γὰρ ἐδόκουν μὲν κατὰ νόμους πολιτεύειν καὶ πολὺ διαφέρειν Μακεδόνων, διέφερον δʼ οὐδέν, ἀλλὰ πᾶν ὁμοίως ἔπασχον Μακεδόσι καὶ πᾶν ἐποίουν τὸ προσταττόμενον τοῖς βασιλικοῖς.
因为色萨利人表面上似乎依照自己的法律实行宪政,并且与马其顿人有很大不同,但实际上却毫无区别,同样默默承受着与马其顿人相同的一切待遇,并完全照办皇家官员所命令的一切。
§4.76.3διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενος τὴν ὑπόθεσιν ὁ προειρημένος ἐπεβάλετο καταπειράζειν τῶν συστρατευομένων.
因此,上述那个人适应这一企图,着手试探共同参战的亚该亚人。
§4.76.4τὸ μὲν οὖν πρῶτον ἐπέτρεψε τοῖς Μακεδόσιν ἐκβαλεῖν ἐκ τῶν σταθμῶν ἀεὶ τοὺς προκατέχοντας τῶν Ἀχαιῶν καταλύσεις, ὁμοίως δὲ καὶ τὴν λείαν ἀφαιρεῖσθαι·
首先,他允许马其顿人将已经占领营房的亚该亚人从宿营地中赶出去,并且同样可以抢夺他们的战利品。
§4.76.5μετὰ δὲ ταῦτα τὰς χεῖρας προσέφερε διὰ τῶν ὑπηρετῶν ἐπὶ ταῖς τυχούσαις αἰτίαις, τοὺς δὲ συναγανακτοῦντας ἢ προσβοηθοῦντας τοῖς μαστιγουμένοις παρὼν αὐτὸς εἰς τὴν ἅλυσιν ἀπῆγε,
在此之后,他开始通过随从以随意的借口对他们动手,而对于那些对被鞭打者表示同情愤怒或前来相助的人,他亲自到场,将他们戴上锁链带走。
§4.76.6πεπεισμένος διὰ τοῦ τοιούτου τρόπου τὸ κατὰ βραχὺ λήσειν εἰς συνήθειαν ἀγαγὼν τοῦ μηδένα μηδὲν ἡγεῖσθαι δεινόν, ὅ ποτʼ ἂν πάσχῃ τις ὑπὸ τοῦ βασιλέως,
他确信,通过这种方式,可以在不知不觉中逐渐使他们养成习惯,从而无论受到国王怎样的对待,都不再认为有什么是可怕的。
§4.76.7καὶ ταῦτα μικροῖς χρόνοις πρότερον μετʼ Ἀντιγόνου συνεστρατευμένος, καὶ τεθεαμένος τοὺς Ἀχαιοὺς ὅτι παντὸς δεινοῦ λαβεῖν πεῖραν ὑπέμειναν, ἐφʼ ᾧ μὴ ποιεῖν Κλεομένει τὸ προσταττόμενον.
而且他是在不久前刚与安提柯共同参战、目睹了亚该亚人为了不服从克莱奥米尼的命令而甘愿承受一切痛苦之后,才做出这番举动的。
§4.76.8οὐ μὴν ἀλλὰ συστραφέντων τινῶν Ἀχαϊκῶν νεανίσκων, καὶ προσελθόντων τοῖς περὶ τὸν Ἄρατον καὶ διασαφούντων τὴν Ἀπελλοῦ βούλησιν, ἧκον ἐπὶ τὸν Φίλιππον οἱ περὶ τὸν Ἄρατον, κρίναντες ἐν ἀρχαῖς περὶ τῶν τοιούτων διίστασθαι καὶ μὴ καταμέλλειν.
然而,一些亚该亚青年联合起来,找到阿拉图斯及其身边的人,说明了阿佩莱斯的意图。 阿拉图斯及其身边的人认为应当在初期就对此类事情进行抗争,不可拖延,于是来见腓力。
ἐντυχόντων δʼ αὐτῶν τῷ βασιλεῖ περὶ τούτων, §4.76.9διακούσας ὁ Φίλιππος τὰ γεγονότα, τοὺς μὲν νεανίσκους παρεκάλει θαρρεῖν, ὡς οὐδενὸς αὐτοῖς ἔτι συμβησομένου τοιούτου, τῷ δʼ Ἀπελλῇ παρήγγειλε μηδὲν ἐπιτάττειν τοῖς Ἀχαιοῖς χωρὶς τῆς τοῦ στρατηγοῦ γνώμης.
在他们就这些事情向国王面陈之后,腓力详细听取了事情的经过,勉励青年们放心,保证以后不会再对他们发生此类事情,并命令阿佩莱斯,未经亚该亚将军的同意,不得对亚该亚人下达任何命令。

词汇与语法注释

  1. §4.76.1τοῦ παιδός — 属格 τοῦ παιδός(指那个孩子,即年轻的腓力五世)是依存手名词 ἐπιτρόπων(监护人)的宾格性属格,意为“给那个孩子的监护人”。
  2. §4.76.6λήσειν εἰς συνήθειαν ἀγαγών — 动词 λανθάνω 的将来时不定式 λήσειν(其主语阿佩莱斯被省略)作为分词 πεπεισμένος(确信)的宾语。它由不定过去时分词 ἀγαγών 修饰,表示手段或方式:“通过引导(他们)养成习惯,从而在不知不觉中做到这点”。属格不定式 τοῦ μηδένα μηδὲν ἡγεῖσθαι δεινόν 是同位语或定义性属格,用以解释 συνήθειαν(习惯)的具体内容。
  3. §4.76.7καὶ ταῦτα — 习惯短语 καὶ ταῦτα 用作副词,意为“而且是在……的情况下”或“尤其是尽管”,在此与分词 συνεστρατευμένος 和 τεθεαμένος 连用,带有一种让步的语气,强调阿佩莱斯在明知亚该亚人曾有过顽强抵抗精神的情况下仍做出此举的荒谬。
  4. §4.76.8διίστασθαι — 不定过去时中动/被动语态不定式 διίστασθαι 在此并非指“保持距离”,而是指“(针对不公)站出来、抗争、提出异议”。它与 ἐν ἀρχαῖς(在初期)连用,表达了他们在阿佩莱斯的企图扎根之前采取坚决立场的决心。

引用这一段

波利比奥斯, 历史 §4.76.1-4.76.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.76.1-4.76.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。