§36.12.1οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ σημαίνωμεν αὑτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν, οἷον οὕτως "ἐμοῦ δὲ ταῦτʼ εἰπόντοσ" §36.12.2καὶ πάλιν "ἡμῶν δὲ συγκαταθεμένων.
如果我们在叙述中时而用专有名词指代自己,时而用一般的表达方式,例如“当我说了这些话时”,人们也不必感到惊异,又如“当我们表示赞同的时候”。
"ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς τὰς μετὰ ταῦτα μελλούσας ἱστορεῖσθαι πράξεις, ἀναγκαῖόν ἐστι μεταλαμβάνειν τὰς περὶ αὑτῶν σημασίας, ἵνα μήτε τοὔνομα συνεχῶς προφερόμενοι προσκόπτωμεν ταυτολογοῦντες μήτε πάλιν "ἐμοῦ" καὶ "διʼ ἐμέ" παρʼ ἕκαστον λέγοντες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες, §36.12.3ἀλλὰ συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ τῷ καιρῷ πρέπον ἐφʼ ὅσον οἷόν τε διαφεύγωμεν τὸ λίαν ἐπαχθὲς τῆς περὶ αὑτῶν λαλιᾶς,
因为我们深陷于此后将要记叙的行动之中,所以必须交替使用关于自身的各种称谓,以免因不断提及自己的名字而陷入重复,令人反感,或者又因随时随地把“我”和“通过我”挂在嘴边,而在不知不觉中落入令人厌恶的态度;相反,我们应当综合使用所有这些方式,并且始终根据具体情况进行变换,以便尽可能避免谈论自己所带来的极度令人反感的影响。
§36.12.4ἐπειδὴ φύσει μὲν ἀπρόσδεκτός ἐστιν ὁ τοιοῦτος λόγος, ἀναγκαῖος δʼ ὑπάρχει πολλάκις, ὅταν μὴ δυνατὸν ἄλλως ᾖ δηλῶσαι τὸ προκείμενον.
因为这种话语本质上是不受欢迎的,但在无法以其他方式阐明所涉主题时,它往往又是不可或缺的。
§36.12.5γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἷον ἐκ ταὐτομάτου συνέργημα τὸ μηδένα μέχρι γε τῶν καθʼ ἡμᾶς καιρῶν ταὐτὸν ἡμῖν ὄνομα κεκληρονομηκέναι κυρίως, ὅσον γε καὶ ἡμᾶς εἰδέναι.
此外,在这一点上,我们得到了一种仿佛来自偶然的协助,即据我们所知,直到我们所处的时代,还没有人作为专有名词继承与我们相同的名字。
—
—