§36.11.1ὅτι προσπεσόντων εἰς τὴν Πελοπόννησον γραμμάτων τοῖς Ἀχαιοῖς παρὰ τοῦ Μανιλίου διότι καλῶς ποιήσουσι Πολύβιον τὸν Μεγαλοπολίτην ἐκπέμψαντες μετὰ σπουδῆς εἰς Λιλύβαιον, ὡς χρείας οὔσης αὐτοῦ δημοσίων ἕνεκεν πραγμάτων, ἔδοξε τοῖς Ἀχαιοῖς ἐκπέμπειν ἀκολούθως τοῖς ὑπὸ τοῦ ὑπάτου γεγραμμένοις.
关于:当执政官马尼略给伯罗奔尼撒的阿开亚人发来信件,表示因公事需要,若能将梅加洛波利斯的波利比乌斯火速送往莉莉贝乌姆,则深表感谢时,阿开亚人决定按照执政官所写的内容将其送去。
§36.11.2ἡμεῖς δὲ νομίζοντες ἑαυτοῖς καθήκειν κατὰ πολλοὺς τρόπους τὸ πειθαρχεῖν Ῥωμαίοις, πάντα τἄλλα πάρεργα θέμενοι θερείας ἀρχομένης ἐξεπλεύσαμεν.
而我们认为在许多方面顺从罗马人是我们的本分,于是将所有其他事情置于次要地位,在初夏时分启航出发。
§36.11.3ἀφικόμενοι δʼ εἰς Κέρκυραν καὶ καταλαβόντες αὐτοῦ γράμματα παρὰ τῶν ὑπάτων προσπεπτωκότα τοῖς Κερκυραίοις, ἐν οἷς διεσάφουν ὅτι τοὺς μὲν ὁμήρους ἤδη παραδεδώκασιν αὐτοῖς οἱ Καρχηδόνιοι, πάντως ἕτοιμοι δʼ εἰσὶν αὐτοῖς πειθαρχεῖν,
然而,我们到达科尔库拉后,在那里发现了执政官们寄给科尔库拉人的信件,信中他们明确指出,硬是要交付的人质已被迦太基人交给了他们,并且完全准备顺从他们。
§36.11.4νομίσαντες διαλελύσθαι τὸν πόλεμον καὶ μηκέτι χρείαν ἡμῶν εἶναι μηδεμίαν, αὖθις ἀπεπλεύσαμεν εἰς τὴν Πελοπόννησον.
我们因此认为战争已经解决,不再需要我们,便再次乘船返回了伯罗奔尼撒。
—
—