Humanitext Reader

波利比奥斯 · 历史 §34.12.1-34.12.12

地理谬误批判与埃格纳蒂亚大道距离测算

第 1255 段,共 1311 段 · 希腊语

内容简介

本章节批评了波里比乌斯描述中的若干地理不准确之处,并介绍了埃格纳蒂亚大道的距离计算方法(使用波里比乌斯独特的英里到斯塔迪亚折算标准),以及阿尔特米多鲁斯对马莱阿到伊斯特罗斯河距离的纠正。

§34.12.1καὶ ἄλλα δʼ οὐ πιστὰ λέγει, τό τε συντετρῆσθαι τὰ πελάγη ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῷ Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων Τιθείς, ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν Ἴστρον ἑνὶ τῶν στομάτων εἰς τὸν Ἀδρίαν ἐμβάλλειν.
他还说了其他不可信的事情:其一,由于在纳龙河发现了基奥斯和萨索斯的陶器,便认为各海在地下相互连通;其二,从某座山可以同时俯瞰两个海;其三,在利布尔尼亚群岛中,蒂特伊斯岛的周长达五百斯塔迪亚;其四,伊斯特罗斯河通过其河口之一流入亚德里亚海。
§34.12.2τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους ἔνια παρακούσματά ἐστι λαοδογματικά, καθάπερ Πολύβιός φησι καὶ περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων. —
埃拉托斯特尼著作中的某些此类内容也是源于传闻的民间俗说,正如波里比乌斯在谈到他和其他历史作家时所说的那样。
§34.12.2aἐκ δὲ τῆς Ἀπολλωνίας εἰς Μακεδονίαν ἡ Ἐγνατία ἐστὶν ὁδὸς πρὸς ἕω, βεβηματισμένη κατὰ μίλιον καὶ κατεστηλωμένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ· μιλίων δʼ ἐστὶ πεντακοσίων τριάκοντα πέντε.
— 从阿波罗尼亚到马其顿的埃格纳蒂亚大道向东延伸,按英里测算并立有里程碑,直达库普塞拉和赫布罗斯河;全长为五百三十五英里。
§34.12.3λογιζομένῳ δέ, ὡς μὲν οἱ πολλοί, τὸ μίλιον ὀκταστάδιον τετρακισχίλιοι ἂν εἶεν στάδιοι καὶ ἐπʼ αὐτοῖς διακόσιοι ὀγδοήκοντα, §34.12.4ὡς δὲ Πολύβιος, προστιθεὶς τῷ ὀκτασταδίῳ δίπλεθρον, ὅ ἐστι τρίτον σταδίου, προσθετέον ἄλλους σταδίους ἑκατὸν ἑβδομήκοντα ὀκτώ, τὸ τρίτον τοῦ τῶν μιλίων ἀριθμοῦ.
如果像大多数人那样,把一英里算作八斯塔迪亚,那就会是四千二百八十斯塔迪亚;但如果像波里比乌斯那样,在八斯塔迪亚之外再加上二普勒特龙(即一斯塔迪亚的三分之一),则必须再加上一百七十八斯塔迪亚,即英里数的三分之一。
§34.12.5συμβαίνει δʼ ἀπὸ ἴσου διαστήματος συμπίπτειν εἰς τὴν αὐτὴν ὁδὸν τούς τʼ ἐκ τῆς Ἀπολλωνίας ὁρμηθέντας καὶ τοὺς ἐξ Ἐπιδάμνου.
结果是,从阿波罗尼亚出发的人和从埃皮达姆诺斯出发的人,在相同的距离后汇入同一条大道。
§34.12.6ἡ μὲν οὖν πᾶσα Ἐγνατία καλεῖται, ἡ δὲ πρώτη ἐπὶ Κανδαουίας λέγεται, ὄρους Ἰλλυρικοῦ, διὰ Λυχνιδοῦ πόλεως καὶ Πυλῶνος, τόπου ὁρίζοντος ἐν τῇ ὁδῷ τήν τε Ἰλλυρίδα καὶ τὴν Μακεδονίαν.
因此,整条路被称为埃格纳蒂亚,但第一段被称为卡恩达维亚(以伊利里亚的一座山命名),穿过吕克尼多斯市和皮隆——这是路上划分伊利里亚和马其顿边界的地方。
§34.12.7ἐκεῖθεν δʼ ἐστὶ παρὰ Βαρνοῦντα διὰ Ἡρακλείας καὶ Λυγκηστῶν καὶ Ἐορδῶν εἰς Ἔδεσσαν καὶ Πέλλαν μέχρι Θεσσαλονικείας· §34.12.8μίλια δʼ ἐστί, φησὶ Πολύβιος, ταῦτα διακόσια ἑξήκοντα ἑπτά.
从那里出发,沿着巴尔努斯山,经过赫拉克莱亚、林克斯泰和埃奥尔多伊,到达埃德萨和佩拉,直到塞萨洛尼基;波里比乌斯说,这段路程是二百六十七英里。
§34.12.9ὅτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι τριάκοντα, ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν Ἀρτεμίδωρος, τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ἰονίου κόλπου τοῦ κατὰ Ἀπολλωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι· προστίθησι δʼ ὁ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα, §34.12.10τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ μιλίου σταδίοις.
— [概要:]从佩林托斯到拜占庭是六百三十斯塔迪亚,而从赫布罗斯和库普塞拉到拜占庭直至库阿内埃,正如阿尔特米多鲁斯所说,是三千一百斯塔迪亚,从阿波罗尼亚附近的爱奥尼亚湾到拜占庭的总长度是七千三百二点斯塔迪亚;但波里比乌斯又加上了一百八十,因为他在一英里的八个斯塔迪亚之上,又加上了三分之一斯塔迪亚。
§34.12.11ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων σταδίων, ὡς Πολύβιος. —
如果不顺着海湾测量,其周长为四千斯塔迪亚,正如波里比乌斯所说。
§34.12.12Πολυβίου δʼ εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους, εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως κατʼ ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ τοῦ Ἴστρου ἐπὶ Μαλέας ἑξακισχιλίων πεντακοσίων.
— 虽然波里比乌斯说从马莱阿向北到伊斯特罗斯河的距离约为一万斯塔迪亚,但阿尔特米多鲁斯对这一说法进行了纠正,这并非没有道理;因为根据后者的说法,从伊斯特罗斯河到马莱阿的距离为六千五百斯塔迪亚。
αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν ἀλλὰ τὴν τυχοῦσαν, ἣν ἐπορεύθη τῶν στρατηγῶν τις.
造成这种情况的原因是,他测量的不是最短路线,而是某位将军恰好行军的任意路线。

词汇与语法注释

  1. §34.12.1τό τε συντετρῆσθαι τὰ πελάγη ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῷ Νάρωνι — 不定词 `συντετρῆσθαι` 引导一个作主动词 `λέγει` 宾语的带介词的不定词短语。其后跟有介词短语 `ἀπὸ τοῦ` 加上冠词性不定词 `εὑρίσκεσθαι`(表示依据,“由于发现”),而 `κέραμόν τε Χῖον καὶ Θάσιον` 则是该不定词的宾格主语。
  2. §34.12.3λογιζομένῳ δέ, ὡς μὲν οἱ πολλοί — 与格分词 `λογιζομένῳ` 用作关系与格(表示判断主体或条件),相当于一个条件从句“如果有人计算……”。
  3. §34.12.4προσθετέον ἄλλους σταδίους — `προσθετέον` 是动形容词(-τέος)的中性单数形式,构成非人称句,表示必要性(“必须加上”)。其逻辑上的施事者为与格(此处省略,承接前句的 `λογιζομένῳ` 或指一般人)。
  4. §34.12.12Πολυβίου δʼ εἰρηκότος ... εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος — `Πολυβίου δʼ εἰρηκότος` 是属格独立结构(Genitive Absolute),在此处具有让步或对比的意味(“尽管波里比乌斯说……”)。

引用这一段

波利比奥斯, 历史 §34.12.1-34.12.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:34.12.1-34.12.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。