§3.76.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Γνάιος Κορνήλιος ὁ καταλειφθεὶς ὑπὸ τἀδελφοῦ Ποπλίου στρατηγὸς ἐπὶ τῆς ναυτικῆς δυνάμεως, καθάπερ ἐπάνω προεῖπον, ἀναχθεὶς ἀπὸ τῶν τοῦ Ῥοδανοῦ στομάτων παντὶ τῷ στόλῳ προσέσχε τῆς Ἰβηρίας πρὸς τοὺς κατὰ τὸ καλούμενον Ἐμπόριον τόπους.
大约在同一时期,正如我上面所说,被其兄弟普布利乌斯留下来担任海军司令官的格纳尤斯·科尔内留斯,带领整个舰队从罗达努斯河口出航,在伊比利亚被称为恩波里翁的附近地区着陆。
§3.76.2ἀρξάμενος δʼ ἐντεῦθεν ἀποβάσεις ἐποιεῖτο καὶ τοὺς μὲν ἀπειθοῦντας ἐπολιόρκει τῶν τὴν παραλίαν κατοικούντων ἕως Ἴβηρος ποταμοῦ, τοὺς δὲ προσδεχομένους ἐφιλανθρώπει, τὴν ἐνδεχομένην ποιούμενος περὶ αὐτῶν προμήθειαν.
他以此处为起点进行登陆,将沿海居民中不服从者包围攻击,一直推进到伊贝罗斯河,而对那些接纳他的人则宽大相待,对他们予以可能的一切照顾。
§3.76.3ἀσφαλισάμενος δὲ τοὺς προσκεχωρηκότας τῶν παραθαλαττίων προῆγε παντὶ τῷ στρατεύματι, ποιούμενος τὴν πορείαν εἰς τὴν μεσόγαιον· §3.76.4πολὺ γὰρ ἤδη καὶ τὸ συμμαχικὸν ἡθροίκει τῶν Ἰβήρων.
在确保了沿海一带归顺的人安全之后,他率领全军向前推进,向内陆进军;因为他此时已经聚集了大量的伊比利亚盟军。
ἅμα δὲ προϊὼν ἃς μὲν προσήγετο τὰς δὲ κατεστρέφετο τῶν πόλεων.
他在推进的同时,将一部分城市争取过来,另一部分城市则予以征服。
§3.76.5τῶν δὲ Καρχηδονίων, οὓς ἔχων ἐπὶ τούτων ἀπελείφθη τῶν τόπων Ἄννων, ἀντιστρατοπεδευσάντων αὐτοῖς περὶ πόλιν προσαγορευομένην Κίσσαν, συμβαλὼν ὁ Γνάιος ἐκ παρατάξεως καὶ νικήσας τῇ μάχῃ πολλῶν μὲν χρημάτων ἐγένετʼ ἐγκρατής, ὡς ἂν ἁπάσης τῆς ἀποσκευῆς τῶν εἰς Ἰταλίαν ὁρμησάντων παρὰ τούτοις ἀπολελειμμένης,
被留守在这些地方并由哈农统帅的迦太基军队,在名为基萨的城市附近与他们对峙扎营;格纳尤斯通过列阵会战击败了他们,夺取了大量财物,因为那些前往意大利的人的所有行装都被留在了这些留守者手中。
§3.76.6πάντας δὲ τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ συμμάχους ἐποιήσατο καὶ φίλους, ζωγρίᾳ δὲ τόν τε τῶν Καρχηδονίων στρατηγὸν Ἄννωνα καὶ τὸν τῶν Ἰβήρων Ἀνδοβάλην ἔλαβε.
他使伊贝罗斯河以北的所有人都成为了盟友和朋友,并生擒了迦太基的将军哈农和伊比利亚人的首领安多巴莱斯。
§3.76.7τοῦτον δὲ συνέβαινε τύραννον μὲν εἶναι τῶν κατὰ τὴν μεσόγαιον τόπων, εὔνουν δὲ διαφερόντως ἀεί ποτε Καρχηδονίοις.
此人是内陆地区的僭主,一直以来对迦太基人极其友好。
§3.76.8ταχὺ δὲ συνεὶς τὸ γεγονὸς Ἀσδρούβας ἧκε παραβοηθῶν διαβὰς τὸν Ἴβηρα ποταμόν.
哈斯德鲁巴迅速得知了发生的事,便渡过伊贝罗斯河前来增援。
§3.76.9καὶ καταμαθὼν ἀπολελειμμένους τοὺς ἀπὸ τοῦ στόλου τῶν Ῥωμαίων, ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφομένους διὰ τὸ προτέρημα τῶν πεζικῶν στρατοπέδων, §3.76.10παραλαβὼν ἀπὸ τῆς ἑαυτοῦ δυνάμεως πεζοὺς μὲν εἰς ὀκτακισχιλίους ἱππεῖς δὲ περὶ χιλίους, καὶ καταλαβὼν ἐσκεδασμένους κατὰ τῆς χώρας τοὺς ἀπὸ τῶν πλοίων, πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν ἐπὶ τὰς ναῦς.
他发现由于陆军的胜利,被留在后面的罗马舰队人员正大意且狂妄地活动着,于是他从自己的部队中抽调了约八千名步兵和约一千名骑兵,袭击了那些在乡野间分散的随船人员,杀死了其中许多人,并迫使其余的人逃回船上。
§3.76.11οὗτος μὲν οὖν ἀναχωρήσας καὶ διαβὰς αὖθις τὸν Ἴβηρα ποταμὸν ἐγίνετο περὶ παρασκευὴν καὶ φυλακὴν τῶν ἐντὸς τοῦ ποταμοῦ τόπων, ποιούμενος τὴν παραχειμασίαν ἐν Καινῇ πόλει.
随后,他便撤退并再次渡过伊贝罗斯河,致力于该河以南地区的备战与防守,并在凯内波利斯安顿冬营。
§3.76.12ὁ δὲ Γνάιος συνάψας τῷ στόλῳ καὶ τοὺς αἰτίους τῶν συμβεβηκότων κατὰ τοὺς παρʼ αὐτοῖς ἐθισμοὺς κολάσας, τὸ λοιπὸν ἤδη συναγαγὼν ἐπὶ ταὐτὸ τήν τε πεζὴν καὶ τὴν ναυτικὴν στρατιὰν ἐν Ταρράκωνι τὴν παραχειμασίαν ἐποιεῖτο.
而格纳尤斯与舰队汇合后,按照他们的习俗惩办了对这起事件负有责任的人,随后将陆军和海军集中到一处,在塔拉孔进行冬营。
§3.76.13διαδοὺς δὲ τὴν λείαν ἴσως τοῖς στρατιώταις μεγάλην εὔνοιαν καὶ προθυμίαν ἐνειργάσατο πρὸς τὸ μέλλον.
他将战利品均分给士兵,从而使他们对未来抱有极大的好意与热忱。