Humanitext Reader

波利比奥斯 · 历史 §3.26.1-3.26.7

对菲利努斯虚构条约论的驳斥

第 185 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯指出保存在卡皮托林的真实条约铜板,以此驳斥历史学家菲利努斯关于罗马与迦太基曾协定互不干涉西西里和意大利的虚假叙述,并将对罗马军事干涉的道德批判与违反条约的错误指控区分开来。

§3.26.1τούτων δὴ τοιούτων ὑπαρχόντων, καὶ τηρουμένων τῶν συνθηκῶν ἔτι νῦν ἐν χαλκώμασι παρὰ τὸν Δία τὸν Καπετώλιον ἐν τῷ τῶν ἀγορανόμων ταμιείῳ, §3.26.2τίς οὐκ ἂν εἰκότως θαυμάσειεν Φιλίνου τοῦ συγγραφέως, οὐ διότι ταῦτʼ ἠγνόει — τοῦτο μὲν γὰρ οὐ θαυμαστόν, ἐπεὶ καθʼ ἡμᾶς ἔτι καὶ Ῥωμαίων καὶ Καρχηδονίων οἱ πρεσβύτατοι καὶ μάλιστα δοκοῦντες περὶ τὰ κοινὰ σπουδάζειν ἠγνόουν —
既然事实如此,而且条约至今仍以铜板形式保存在卡皮托林山朱庇特神庙旁边的市政官档案馆中,谁会不理所当然地对历史学家菲利努斯感到震惊呢?
§3.26.3ἀλλὰ πόθεν ἢ πῶς ἐθάρρησε γράψαι τἀναντία τούτοις, διότι Ῥωμαίοις καὶ Καρχηδονίοις ὑπάρχοιεν συνθῆκαι, καθʼ ἃς ἔδει Ῥωμαίους μὲν ἀπέχεσθαι Σικελίας ἁπάσης, §3.26.4Καρχηδονίους δʼ Ἰταλίας, καὶ διότι ὑπερέβαινον Ῥωμαῖοι τὰς συνθήκας καὶ τοὺς ὅρκους, ἐπεὶ ἐποιήσαντο τὴν πρώτην εἰς Σικελίαν διάβασιν, μήτε γεγονότος μήθʼ ὑπάρχοντος παράπαν ἐγγράφου τοιούτου μηδενός. §3.26.5ταῦτα γὰρ ἐν τῇ δευτέρᾳ λέγει βύβλῳ διαρρήδην.
这倒不是因为他不知道这些事实——因为这确实不足为奇,毕竟在我们这个时代,罗马人和迦太基人中最年长、且似乎对公共事务最热心的人也对此一无所知—— 而是因为他凭着什么根据、又是如何敢于写下与此完全相反的话,声称罗马人与迦太基人之间存在着某些条约,根据这些条约,罗马人必须远离整个西西里,而迦太基人则须远离意大利;并且声称罗马人在首次渡海进入西西里时违反了条约和誓言,而实际上根本从未有过、也不存在任何这样的成文文件。 因为他在第二卷中明确地说了这些话。
περὶ ὧν ἡμεῖς ἐν τῇ παρασκευῇ τῆς ἰδίας πραγματείας μνησθέντες εἰς τοῦτον ὑπερεθέμεθα τὸν καιρὸν κατὰ μέρος περὶ αὐτῶν ἐξεργάσασθαι διὰ τὸ καὶ πλείους διεψεῦσθαι τῆς ἀληθείας ἐν τούτοις, πιστεύσαντας τῇ Φιλίνου γραφῇ.
我们在准备自己的这部著作时曾提到过这些事情,但推迟到了现在这个时机来进行详细阐述,因为许多人在这些问题上由于相信了菲利努斯的著作而背离了事实。
§3.26.6οὐ μὴν ἀλλʼ εἰ κατὰ τοῦτό τις ἐπιλαμβάνεται Ῥωμαίων περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθόλου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον τὴν Μεσσηνίων πόλιν ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόνδησαν, εἰκότως ἂν δόξειεν δυσαρεστεῖν.
不过,如果有人在罗马人渡海进入西西里这件事上指责他们,是因为他们竟然接纳了马麦丁人为盟友,并在随后应其要求给予援助——这些人不仅背叛了美塞纳城,也背叛了雷吉翁城——那么这个人的不满似乎是合乎情理的。
§3.26.7εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμβάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς.
但如果有人认为他们的渡海行为违反了誓言和条约,那他显然是无知的。

词汇与语法注释

  1. 3.26.2τίς οὐκ ἂν εἰκότως θαυμάσειεν Φιλίνου τοῦ συγγραφέως, οὐ διότι ταῦτʼ ἠγνόει ... ἀλλὰ πόθεν ἢ πῶς ἐθάρρησε γράψαι — 动词 θαυμάζω 支配人的属格(Φιλίνου τοῦ συγγραφέως),表示“对(某人的行为等)感到震惊、不可思议”。在解释其原因的 οὐ διότι ... ἀλλὰ ...(不是因为……而是因为……)结构中,后半部分的 ἀλλὰ 从句并没有使用直接的原因连词,而是引入了一个间接疑问句(πόθεν ἢ πῶς ἐθάρρησε...),作为 θαυμάσειεν 的实质性宾语(震惊的对象)。
  2. 3.26.3διότι Ῥωμαῖοις καὶ Καρχηδονίοις ὑπάρχοιεν συνθῆκαι — 此处的 διότι 并非表示原因(因为),而是起到了类似于说明性/同位语性 ὅτι 的作用,引导前句中 τἀναντία τούτοις(与此相反的事)的具体内容。此外,从句中的动词 ὑπάρχοιεν 是由过去主动词(ἐθάρρησε)引导的间接引语中的希求法(斜法希求法)。
  3. 3.26.6εἰκότως ἂν δόξειεν δυσαρεστεῖν — 词组 ἂν δόξειεν 是潜在希求法(带 ἄν 的希求法),表示温和、委婉的主张(“也许会被认为……”)。不定词 δυσαρεστεῖν 意为“心存不满、表示不快、指责”,作为条件从句(εἰ... ἐπιλαμβάνεται)的结句,论述了进行指责之人的合理性。

引用这一段

波利比奥斯, 历史 §3.26.1-3.26.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.26.1-3.26.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。