§3.23.1τὸ μὲν οὖν Καλὸν ἀκρωτήριόν ἐστι τὸ προκείμενον αὐτῆς τῆς Καρχηδόνος ὡς πρὸς τὰς ἄρκτους· §3.23.2οὗ καθάπαξ ἐπέκεινα πλεῖν ὡς πρὸς μεσημβρίαν οὐκ οἴονται δεῖν οἱ Καρχηδόνιοι τοὺς Ῥωμαίους μακραῖς ναυσὶ διὰ τὸ μὴ βούλεσθαι γινώσκειν αὐτούς, ὡς ἐμοὶ δοκεῖ, μήτε τοὺς κατὰ τὴν Βυσσάτιν μήτε τοὺς κατὰ τὴν μικρὰν Σύρτιν τόπους, ἃ δὴ καλοῦσιν Ἐμπόρια, διὰ τὴν ἀρετὴν τῆς χώρας.
所谓美角,是指位于迦太基城正北方、向海中凸出的那座岬角;迦太基人认为,罗马人绝不应派遣军舰航行到该岬角之外的南方,在我看来,这是因为他们因该地土地肥沃,而不愿让罗马人了解被他们称为“埃姆波里亚”的毕萨提斯地区和小苏尔特地区。
§3.23.3ἐὰν δέ τις ὑπὸ χειμῶνος ἢ πολεμίων βίᾳ κατενεχθεὶς δέηταί του τῶν ἀναγκαίων πρὸς ἱερὰ καὶ πρὸς ἐπισκευὴν πλοίου, ταῦτα, πάρεξ δὲ μηδὲν οἴονται δεῖν λαμβάνειν, καὶ κατʼ ἀνάγκην ἐν πένθʼ ἡμέραις ἀπαλλάττεσθαι τοὺς καθορμισθέντας.
但如果有人因风暴或敌人的强迫而被漂流至此,需要祭祀或修船的必需品,他们认为可以获取这些,但除此之外不得获取任何东西,且入港者必须在五日之内迫于形势而离去。
§3.23.4εἰς δὲ Καρχηδόνα καὶ πᾶσαν τὴν ἐπὶ τάδε τοῦ Καλοῦ ἀκρωτηρίου τῆς Λιβύης καὶ Σαρδόνα καὶ Σικελίαν, ἧς ἐπάρχουσι Καρχηδόνιοι, κατʼ ἐμπορίαν πλεῖν Ῥωμαίοις ἔξεστι, καὶ τὸ δίκαιον ὑπισχνοῦνται βεβαιώσειν οἱ Καρχηδόνιοι δημοσίᾳ πίστει.
另一方面,前往迦太基、以及美角此侧的利比亚全境、撒丁尼亚,以及迦太基人所管辖的西西里部分地区,罗马人是被允许进行贸易航行的,且迦太基人承诺以公家担保来保障其公正的权利。
§3.23.5ἐκ δὲ τούτων τῶν συνθηκῶν περὶ μὲν Σαρδόνος καὶ Λιβύης ἐμφαίνουσιν ὡς περὶ ἰδίας ποιούμενοι τὸν λόγον· ὑπὲρ δὲ Σικελίας τἀναντία διαστέλλονται ῥητῶς, ὑπὲρ αὐτῶν τούτων ποιούμενοι τὰς συνθήκας, ὅσα τῆς Σικελίας ὑπὸ τὴν Καρχηδονίων πίπτει δυναστείαν.
从这份条约中可以看出,一方面关于撒丁尼亚和利比亚,他们表现得好像是在谈论自己的私有领地;但另一方面关于西西里,他们则明确作出了相反的区别,仅针对西西里中属于迦太基人统治下的那些部分缔结条约。
§3.23.6ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης αὐτῆς χώρας ποιοῦνται τὰς συνθήκας, τῆς δὲ λοιπῆς Ἰταλίας οὐ μνημονεύουσι διὰ τὸ μὴ πίπτειν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν.
同样地,罗马人也仅针对拉丁地区本身缔结条约,对于意大利的其他部分则未予提及,因为那些地方并不在他们的管辖之下。