§29.25.1ὅτι ἕως μέν τινος οἱ περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην ἐχρῶντο τοῖς ὑπὲρ τῆς διαλύσεως λόγοις, οὐδενὸς δὲ προσέχοντος αὐτοῖς ἐπεισήγαγον μηχανήν.
在一段时间内,安德罗尼达斯和卡利克拉特斯等人确实在使用主张调停的论点,但由于没有人理睬他们,他们便采用了一项计谋。
§29.25.2παρῆν γὰρ ἐκ πορείας εἰς τὸ θέατρον γραμματηφόρος φέρων ἐπιστολὴν παρὰ Κοΐντου Μαρκίου, διʼ ἧς παρεκάλει τοὺς Ἀχαιοὺς ἀκολουθοῦντας τῇ Ῥωμαίων προαιρέσει πειρᾶσθαι διαλύειν τοὺς βασιλεῖς· §29.25.3συνέβαινε γὰρ καὶ τὴν σύγκλητον ἀπεσταλκέναι πρεσβευτὰς τοὺς περὶ Νεμέσιον διαλύσοντας τοὺς βασιλεῖς.
因为这时有一名信使刚下旅途,就来到剧场,带来了一封昆图斯·马尔基乌斯的信,他在信中劝勉亚该亚人遵循罗马人的方针,努力调停这些国王;因为恰好元老院也已经派遣了以内梅西奥斯为首的使节去调停这些国王。
§29.25.4ἦν δὲ τοῦτο κατὰ τῆς ὑποθέσεως· οἱ γὰρ περὶ τὸν Τίτον ἀδυνατήσαντες τοῦ διαλύειν ἀνακεχωρήκεισαν εἰς τὴν Ῥώμην ἄπρακτοι τελείως.
但这与实际情况相反;因为提图斯等人因无法达成和解,已经两手空空地完全未见成效地回到了罗马。
§29.25.5ἀλλʼ οἱ περὶ τὸν Πολύβιον οὐ βουλόμενοι διὰ τὸν Μάρκιον πρὸς τὴν ἐπιστολὴν ἀντιλέγειν ἀνεχώρησαν ἐκ τῶν πραγμάτων.
但波利比乌斯等人因为马尔基乌斯的关系,不想对这封信提出异议,便退出了这一事务。
καὶ τὰ μὲν κατὰ τὴν βοήθειαν οὕτω διέπεσε τοῖς βασιλεῦσι, §29.25.6τοῖς δʼ Ἀχαιοῖς ἔδοξε πρεσβευτὰς ἀποστέλλειν τοὺς διαλύσοντας· καὶ κατεστάθησαν Ἄρχων Αἰγειράτης, Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται.
因此,对国王们的援助之事就这样落空了,亚该亚人则决定派遣使节去进行调停;被任命的有艾盖拉的阿尔孔、美加洛波利斯的阿耳刻西拉乌斯和阿里斯顿。
§29.25.7οἱ δὲ παρὰ τοῦ Πτολεμαίου πρεσβευταὶ διαψευσθέντες τῆς συμμαχίας ἀνέδωκαν τοῖς ἄρχουσιν, ἑτοίμας ἔχοντες, ἐπιστολὰς παρὰ τῶν βασιλέων, διʼ ὧν ἠξίουν τοὺς Ἀχαιοὺς ἐκπέμπειν Λυκόρταν καὶ Πολύβιον ἐπὶ τὸν ἐνεστῶτα πόλεμον.
而托勒密的使节在获取同盟军的希望落空后,向官员们递交了他们早已准备好的、来自国王们的信件,国王们在信中请求亚该亚人派遣吕科尔塔斯和波利比乌斯去参加正在进行的战争。
—
—