§29.24.1Μακεδονίᾳ ποιουμένου.
在马其顿度冬。
τῶν δὲ πολλῶν εἰς ἀπορίαν ἐμπιπτόντων, μὴ δόξωσι Ῥωμαίων ἀστοχεῖν, μεταλαβόντες τοὺς λόγους οἱ περὶ τὸν Λυκόρταν καὶ Πολύβιον ἐδίδασκον, §29.24.2ἄλλα τε καὶ πλείω προφερόμενοι καὶ διότι, τῷ πρότερον ἔτει ψηφισαμένων τῶν Ἀχαιῶν πανδημεὶ συστρατεύειν τοῖς Ῥωμαίοις καὶ πεμψάντων πρεσβευτὴν τὸν Πολύβιον, ὁ Κόιντος ἀποδεξάμενος τὴν προθυμίαν ἀπείπατο μὴ χρείαν ἔχειν τῆς βοηθείας, ἐπεὶ κεκράτηκε τῆς εἰς Μακεδονίαν εἰσβολῆς.
当大多数人陷入困惑、担心自己被认为未能顺应罗马人时,吕科尔塔斯和波利比乌斯等人接过了话茬,向他们阐明,他们提出了其他许多论据,尤其是:在前一年,当亚该亚人决议举国出兵与罗马人共同作战,并派遣波利比乌斯作为使节时,昆图斯虽接受了他们的热诚,但拒绝了援助,称因为他已经成功入侵了马其顿,所以不需要援助。
§29.24.3ἐξ ὧν ἀπεδείκνυσαν σκῆψιν οὖσαν τὴν Ῥωμαίων χρείαν πρὸς τὸ διακωλῦσαι βοηθεῖν.
由此他们证明,所谓罗马人的需要不过是阻止他们提供援助的借口。
διὸ παρεκάλουν τοὺς Ἀχαιούς, §29.24.4ὑποδεικνύοντες τὸ μέγεθος τῆς περιστάσεως, ἐν ᾗ συνέβαινε τότε τὴν βασιλείαν ὑπάρχειν, μὴ παριδεῖν τὸν καιρόν, ἀλλὰ μνημονεύοντας τῶν ὁμολογιῶν καὶ τῶν εὐεργεσιῶν, μάλιστα δὲ τῶν ὅρκων, ἐμπεδοῦν τὰς συνθήκας.
因此,他们劝勉亚该亚人,指出当时王国所处危急局势的严重性,不要错失良机,而要记住双方的协定和恩惠,尤其是誓言,来恪守条约。
§29.24.5τῶν δὲ πολλῶν ἐπιφερομένων πάλιν βοηθεῖν, τότε μὲν οἱ περὶ τὸν Καλλικράτην ἐξέβαλον τὸ διαβούλιον, διασείσαντες τοὺς ἄρχοντας, ὡς οὐκ οὔσης ἐξουσίας κατὰ τοὺς νόμους ἐν ἀγορᾷ βουλεύεσθαι περὶ βοηθείας.
当大多数人再次倾向于提供援助时,卡利克拉特斯等人动摇了官员们,声称根据法律在普通集会(广场会议)上无权就援助进行议决,从而在当时中止了这次讨论。
§29.24.6μετὰ δέ τινα χρόνον συγκλήτου συναχθείσης εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἐν ᾗ συνέβαινε μὴ μόνον συμπορεύεσθαι τὴν βουλὴν ἀλλὰ πάντας τοὺς ἀπὸ τριάκοντʼ ἐτῶν, καὶ λόγων γινομένων πλειόνων, §29.24.7καὶ μάλιστα τοῦ Πολυβίου διοριζομένου πρῶτον μὲν περὶ τοῦ μὴ χρείαν ἔχειν τοὺς Ῥωμαίους τῆς βοηθείας καὶ δοκοῦντος οὐκ εἰκῇ ταῦτα λέγειν διὰ τὸ γεγονέναι τὴν παρελθοῦσαν θερείαν ἐν τῇ Μακεδονίᾳ παρὰ τῷ Φιλίππῳ, §29.24.8δεύτερον δὲ φάσκοντος, ἐὰν καὶ δέωνται Ῥωμαῖοι τῆς συμμαχίας, οὐ διὰ τοὺς διακοσίους ἱππεῖς καὶ χιλίους πεζοὺς τοὺς ἀποσταλησομένους εἰς Ἀλεξάνδρειαν ἀδυνατήσειν τοὺς Ἀχαιοὺς βοηθεῖν Ῥωμαίοις· καλῶς γὰρ ποιοῦντας αὐτοὺς καὶ τρεῖς ἄγειν καὶ τέτταρας μυριάδας ἀνδρῶν μαχίμων· §29.24.9εὐδοκοῦντες τοῖς λεγομένοις ἔρρεπον οἱ πολλοὶ πρὸς τὸ πέμπειν τὴν συμμαχίαν.
过了一段时间,在西库昂城召开了一次特别大会,不仅议事会成员出席,所有三十岁以上的人也都参加了,席间进行了许多辩论,尤其是波利比乌斯明确指出:第一,罗马人不需要援助——由于他前一个夏天是在马其顿与菲利普斯在一起度过的,人们认为他的这番话并非空穴来风—— 第二,他声称,即使罗马人需要同盟军,亚该亚人也不会因为派遣到亚历山大里亚的两百名骑兵和一千名步兵,而无法援助罗马人;因为幸运的是,他们自己可以动员三万甚至四万名战斗人员;由于赞同这些话,大多数人倾向于派遣联军。
§29.24.10τῇ δὲ δευτέρᾳ τῶν ἡμερῶν, ἐν ᾗ κατὰ τοὺς νόμους ἔδει τὰ ψηφίσματα προσφέρειν τοὺς βουλομένους, οἱ μὲν περὶ τὸν Λυκόρταν προσήνεγκαν διότι δεῖ πέμπειν τὴν βοήθειαν, οἱ δὲ περὶ τὸν Καλλικράτην διότι δεῖ πρεσβευτὰς ἐξαποστέλλειν τοὺς διαλύσοντας τοὺς βασιλεῖς πρὸς τὸν Ἀντίοχον.
在第二天,根据法律,凡有意愿者应当提交决议案,吕科尔塔斯等人提出应当派遣援助,而卡利克拉特斯等人则提出应当派遣使节去调停国王们与安条克之间的冲突。
§29.24.11πάλιν δὲ τῶν διαβουλίων προτεθέντων ἀγὼν ἐγίνετο νεανικός· πολύ γε μὴν ὑπερεῖχον οἱ περὶ τὸν Λυκόρταν.
当讨论再次展开时,爆发了激烈的争论;然而,吕科尔塔斯等人占据了绝对优势。
§29.24.12αἵ τε γὰρ βασιλεῖαι συγκρινόμεναι μεγάλην εἶχον διαφοράν·
因为两个王国相比较,有着巨大的差别。
§29.24.13ὑπὸ μὲν γὰρ τῆς Ἀντιόχου σπάνιον ἦν εὑρεῖν οἰκεῖόν τι γεγονὸς καθόλου πρὸς τοὺς Ἕλληνας ἔν γε τοῖς ἀνώτερον χρόνοις· καὶ γὰρ ἡ τοῦ τότε βασιλεύοντος μεγαλοψυχία διάδηλος ἐγένετο τοῖς Ἕλλησιν·
因为从安条克的王国那里,至少在较早的时期,极难找到对全体希腊人有任何友好的举动;而且当时在位国王的横暴在希腊人面前也已显露无疑。
§29.24.14ὑπὸ δὲ τῆς Πτολεμαίου τοσαῦτα καὶ τηλικαῦτα τοῖς Ἀχαιοῖς ἐγεγόνει φιλάνθρωπα κατὰ τοὺς ἀνώτερον χρόνους ὥστʼ ἂν μηδένα πλεῖον ἀξιοῦν.
而在托勒密的王国方面,较早时期给予亚该亚人的恩惠如此之多、如此之大,以至于没有人能企求更多。
§29.24.15ἃ διατιθέμενος ὁ Λυκόρτας μεγάλην ἐποιεῖτο φαντασίαν, ἅτε τῆς παραθέσεως ὁλοσχερῆ τὴν διαφορὰν ἐχούσης·
吕科尔塔斯陈述这些内容时产生了极大的反响,因为这一对比展现了彻头彻尾的差异。
§29.24.16καθʼ ὅσον γὰρ οὐκ ἐξαριθμήσασθαι ῥᾴδιον ἦν τὰς τῶν ἐν Ἀλεξανδρείᾳ βασιλέων εὐεργεσίας, κατὰ τοσοῦτον ἁπλῶς οὐδὲν ἦν εὑρεῖν φιλάνθρωπον ἐκ τῆς Ἀντιόχου βασιλείας ἀπηντημένον εἰς πραγμάτων λόγον τοῖς Ἀχαιοῖς.
因为,正如亚历山大里亚的国王们的恩德难以数计一样,安条克王国在具体行动上,对亚该亚人则完全没有任何友好的回报。
—
—