§29.2.1ὅτι ἡ σύγκλητος πυνθανομένη τὸν Ἀντίοχον τῆς μὲν Αἰγύπτου κύριον γεγονέναι, τῆς δʼ Ἀλεξανδρείας παρʼ ὀλίγον, §29.2.2νομίζουσα πρὸς αὑτήν τι διατείνειν τὴν αὔξησιν τοῦ προειρημένου βασιλέως, κατέστησε πρεσβευτὰς τοὺς περὶ Γάιον Ποπίλιον, §29.2.3τόν τε πόλεμον λύσοντας καὶ καθόλου θεασομένους τὴν τῶν πραγμάτων διάθεσιν ποία τις ἐστίν.
元老院得知安条克已成为埃及的主人,且几乎占领了亚历山大里亚,认为上述国王势力的扩张在某种程度上也波及自身,于是任命盖乌斯·波皮利乌斯一行人为使节,他们旨在平息战争,并全面考察事态的状况究竟如何。
§29.2.4καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.
而意大利方面的情势便处于这种状态。