Humanitext Reader

波利比奥斯 · 历史 §27.8.1-27.8.15

珀尔修斯的求和尝试与罗马的强硬立场

第 1080 段,共 1311 段 · 希腊语

内容简介

马其顿人获胜后,珀尔修斯王听从朋友的建议向罗马将领派遣使节,但罗马人提出了近乎无条件投降的严酷条件。珀尔修斯多次尝试交涉未果,最终撤回锡库里翁。

§27.8.1ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων, §27.8.2ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο [ὁ] πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει τῶν αὐτῶν.
马其顿人获胜后,在珀尔修斯那里召集了会议,一些朋友建议国王应当向罗马将领派遣使节,表示他如今仍接受向罗马人缴纳其父战败后此前承诺的数额相同的贡税,并撤出同样的地区。
§27.8.3ἐάν τε γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου, πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν.
因为他们说,如果罗马人接受和解,对于在野战中占了上风的国王而言,结束战争将是光荣的;而且总体而言,面对未来,罗马人在体验了马其顿人的勇敢后,会变得更加谨慎,不再对马其顿人下达任何不公或严酷的命令。
§27.8.4ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γεγονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον, αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους.
而如果他们因对所发生的事感到愤怒而不接受,神灵将会公正地对他们发怒,而神明和人类则会因为他的节制而成为他的盟友。
§27.8.5ταῦτα μὲν οὖν ἐδόκει τοῖς πλείοσι τῶν φίλων.
因此,大多数朋友都赞同这些意见。
συγκαταθεμένου δὲ τοῦ Περσέως ἐπέμποντο παραχρῆμα πρεσβευταὶ Πάνταυχος Βαλάκρου καὶ Μίδων Βεροιεύς.
珀尔修斯同意后,便立即派出了使节巴拉克鲁斯之子潘陶科斯和贝罗埃亚人米东。
§27.8.6ὧν παραγενομένων πρὸς τὸν Λικίννιον εὐθέως ὁ στρατηγὸς συνῆγε συνέδριον.
他们到达利基尼乌斯处后,将领立即召集了会议。
τῶν δὲ πρέσβεων διασαφησάντων τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς περὶ τὸν Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτωκότων.
使节们根据训令阐明来意后,他们便让潘陶科斯等人退席,并开始审议所呈报的事情。
§27.8.7ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦναι τὴν ἀπόκρισιν.
于是,他们一致决定给予最严酷的答复。
§27.8.8ἴδιον γὰρ τοῦτο πάντῃ παρὰ Ῥωμαίοις ἔθος καὶ πάτριόν ἐστι τὸ κατὰ μὲν τὰς ἐλαττώσεις αὐθαδεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς ἐπιτυχίας ὡς μετριωτάτους.
因为在逆境中表现得极为傲慢和严酷,而在成功时则表现得极为适度,这在各方面都是罗马人独特的、祖传的习惯。
§27.8.9τοῦτο δʼ ὅτι καλὸν πᾶς ἄν τις ὁμολογήσειεν· εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις καιροῖς, εἰκότως ἄν τις ἐπαπορήσειεν.
任何人都同意这是高尚的;但如果在某些时候它是否也行得通,人们合理地会产生疑问。
§27.8.10πλὴν τότε γε τοιαύτην ἔδωκαν τὴν ἀπόκρισιν· ἐκέλευον γὰρ ἐπιτρέπειν τὸν Περσέα τὰ καθʼ αὑτόν, καὶ καθόλου διδόναι τῇ συγκλήτῳ τὴν ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ, βουλεύεσθαι περὶ τῶν κατὰ τὴν Μακεδονίαν.
总之,当时他们给出了这样的答复:因为他们命令珀尔修斯听凭处置,并在总体上赋予元老院全权,按其认为合适的方式审议关于马其顿的事宜。
§27.8.11οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτʼ ἀκούσαντες ἐπανῆλθον καὶ διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις.
潘陶科斯等人听到这些后便返回,并向珀尔修斯和他的朋友们说明了情况。
§27.8.12ὧν τινες ἐκπληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συνεβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι μήτε διαπέμπεσθαι περὶ μηδενός.
其中一些人对这种傲慢感到震惊和愤慨,并建议珀尔修斯既不要再派使节,也不要再就任何事情进行交涉。
§27.8.13οὐ μὴν ὁ Περσεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὔξων τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίννιον.
然而珀尔修斯并非如此,而是通过增加和提高金钱的数量,多次派人去利基尼乌斯那里。
προκόπτων δʼ οὐδέν, §27.8.14ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων ὅτι νικῶν ποιεῖ τὰ τοῦ λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος, §27.8.15οὕτως ἠναγκάσθη τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον.
但毫无进展,而且大多数朋友也在责备他,说他尽管获胜,他的行为却像一个战败且彻底失败的人,他因而不得不放弃通过使节交涉的希望,再次将营地迁回锡库里翁。
καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν.
这些事情就是这样发展的。

词汇与语法注释

  1. §27.8.2ἐπιδεχόμενον — 此词为单数阳性宾格现在分词,它并不修饰阴性名词 πρεσβείαν,而是与不定式 πέμψαι 的逻辑主语宾格 τὸν βασιλέα 一致,表示国王在派遣使节时主动接受这些条件。
  2. §27.8.3πεπροτερηκότι — 此词为完成时主动分词的单数阳性与格,与与格的 τῷ βασιλεῖ 一致,表示原因(“因为在野战中占了上风”)。
  3. §27.8.14τὰ τοῦ λειπομένου — 中性复数宾格冠词 τὰ 连同属格分词 λειπομένου(“落后的人/战败者”),表示“战败者的行为(角色)”,作为动词 ποῖει 的直接宾语,整体意为“表现得像个战败者”。

引用这一段

波利比奥斯, 历史 §27.8.1-27.8.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:27.8.1-27.8.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。