§21.8.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον εἰς τὴν Σάμον προσέπεσε γράμματα τοῖς περὶ τὸν Λεύκιον καὶ τὸν Εὐμένη παρά τε τοῦ Λευκίου τοῦ τὴν ὕπατον ἀρχὴν ἔχοντος καὶ παρὰ Ποπλίου Σκιπίωνος, §21.8.2δηλοῦντα τὰς πρὸς τοὺς Αἰτωλοὺς γεγενημένας συνθήκας ὑπὲρ τῶν ἀνοχῶν καὶ τὴν ἐπὶ τὸν Ἑλλήσποντον πορείαν τῶν πεζικῶν στρατοπέδων.
在这个时候,卢基乌斯和欧墨尼斯等人处——他们当时在萨摩斯岛——收到了执政官卢基乌斯以及普布利乌斯·西庇阿寄来的信件,信中说明了与埃托利亚人达成的休战协定,以及陆军向赫勒斯滂的进军。
§21.8.3ὁμοίως δὲ καὶ τοῖς περὶ τὸν Ἀντίοχον καὶ Σέλευκον ταῦτα διεσαφεῖτο παρὰ τῶν Αἰτωλῶν.
同样,埃托利亚人也将这些情况告知了安条克和塞琉古等人。
—
—