Humanitext Reader

波利比奥斯 · 历史 §20.9.1-20.9.12

埃托利亚人的求和谈判与委身于罗马信义

第 956 段,共 1311 段 · 希腊语

内容简介

埃托利亚使者与罗马将军马尼乌斯及其副手卢基乌斯谈判休战,最终决定将自己交付给罗马人的“信义”,却不知这在罗马法中等同于无条件投降。

§20.9.1ὅτι οἱ περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρατηγὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις, ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως.
埃托利亚人的将军斐涅亚斯及其随从,在赫拉克利亚落入罗马人之手后,眼见埃托利亚所面临的危局,并预见到其他城市将要遭遇的命运,决定派使者前往马尼乌斯处,商讨休战与和解。
§20.9.2ταῦτα δὲ διαλαβόντες ἐξαπέστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλεπον·
他们做出这一决定后,便派出了阿尔克达莫斯、潘塔莱翁和哈勒普斯。
§20.9.3οἳ συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προέθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβηθέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν.
这些人与罗马将军会面后,本打算进行更详尽的申辩,但在会见中途被话打断,未能如愿。
§20.9.4ὁ γὰρ Μάνιος κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασκεν εὐκαιρεῖν, περισπώμενος ὑπὸ τῆς τῶν ἐκ τῆς Ἡρακλείας λαφύρων οἰκονομίας·
因为马尼乌斯声称自己眼下没有闲暇,他正忙于处理从赫拉克利亚缴获的战利品。
§20.9.5δεχημέρους δὲ ποιησάμενος ἀνοχὰς ἐκπέμψειν ἔφη μετʼ αὐτῶν Λεύκιον, πρὸς ὃν ἐκέλευε λέγειν ὑπὲρ ὧν ἂν δέοιντο.
不过,他同意了十天的休战,并表示将派卢基乌斯与他们同去,他命令使者们向卢基乌斯说明他们的要求。
§20.9.6γενομένων δὲ τῶν ἀνοχῶν, καὶ τοῦ Λευκίου συνελθόντος εἰς τὴν Ὑπάταν, ἐγένοντο λόγοι καὶ πλείους ὑπὲρ τῶν ἐνεστώτων.
休战协定达成,卢基乌斯在希帕塔与他们会合,双方就目前的局势进行了更深入的商讨。
§20.9.7οἱ μὲν οὖν Αἰτωλοὶ συνίσταντο τὴν δικαιολογίαν ἀνέκαθεν προφερόμενοι τὰ προγεγονότα σφίσι φιλάνθρωπα πρὸς τοὺς Ῥωμαίους·
于是,埃托利亚人开始构建他们的辩词,从头提及他们以往对罗马人所做出的友好举动。
§20.9.8ὁ δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν ὁρμὴν οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο τὸ γένος τῆς δικαιολογίας· λελυμένων γὰρ τῶν ἐξ ἀρχῆς φιλανθρώπων διʼ ἐκείνους, καὶ τῆς ἐνεστώσης ἔχθρας διʼ Αἰτωλοὺς γεγενημένης, οὐδὲν ἔτι συμβάλλεσθαι τὰ τότε φιλάνθρωπα πρὸς τοὺς νῦν καιρούς.
但卢基乌斯打断了他们的长篇大论,说这种辩解不合时宜;因为最初的友好关系由于他们自身的缘故已被打破,而眼下的敌对状态又是因埃托利亚人而起,所以过去的友好举动对当前的局面已无任何助益。
§20.9.9διόπερ ἀφεμένους τοῦ δικαιολογεῖσθαι συνεβούλευε τρέπεσθαι πρὸς τὸν ἀξιωματικὸν λόγον καὶ δεῖσθαι τοῦ στρατηγοῦ συγγνώμης τυχεῖν ἐπὶ τοῖς ἡμαρτημένοις.
因此,他建议他们放弃自我辩解,转而采用恳求的态度,请求将军宽恕他们的过错。
§20.9.10οἱ δʼ Αἰτωλοὶ καὶ πλείω λόγον ποιησάμενοι περὶ τῶν ὑποπιπτόντων ἔκριναν ἐπιτρέπειν τὰ ὅλα Μανίῳ, δόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων πίστιν,
埃托利亚人对面临的状况进行了更深入的讨论后,决定将一切全权托付给马尼乌斯,使自己投身于罗马人的“信义”之中。
§20.9.11οὐκ εἰδότες τίνα δύναμιν ἔχει τοῦτο, τῷ δὲ τῆς πίστεως ὀνόματι πλανηθέντες, ὡς ἂν διὰ τοῦτο τελειοτέρου σφίσιν ἐλέους ὑπάρξοντος.
他们并不知道这具有怎样的法律效力,只是被“信义”这个词所迷惑,以为这样一来就能获得更彻底的怜悯。
§20.9.12παρὰ δὲ Ῥωμαίοις ἰσοδυναμεῖ τό τʼ εἰς τὴν πίστιν αὑτὸν ἐγχειρίσαι καὶ τὸ τὴν ἐπιτροπὴν δοῦναι περὶ αὑτοῦ τῷ κρατοῦντι.
然而在罗马人看来,将自己交付给“信义”,与将自身的处置权全权授予战胜者,是完全同等的意思。

词汇与语法注释

  1. 20.9.1οἱ περὶ τὸν Φαινέαν — 意为“斐涅亚斯及其随从”。这是古希腊语中的常见惯用语,指以斐涅亚斯为首的群体,或指斐涅亚斯本人,在此代表埃托利亚的领导层。
  2. 20.9.1μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις — 介词 `μετά` 加上带中性单数宾格冠词的不定式结构。不定式 `γενέσθαι` 的逻辑主语为宾格的 `τὴν Ἡράκλειαν`,构成了表示时间在后的副词短语(“在赫拉克利亚落入罗马人之手后”)。
  3. 20.9.9ἀφεμένους τοῦ δικαιολογεῖσθαι — 属格冠词性不定式 `τοῦ δικαιολογεῖσθαι` 作为动词 `ἀφίεμαι`(放弃、停止)的补足语。分词 `ἀφεμένους` 采用宾格,因为它并非修饰主句主语,而是作为后续不定式 `τρέπεσθαι` 和 `δεῖσθαι` 的逻辑主语(即埃托利亚人)而采用宾格。
  4. 20.9.11ὡς ἂν διὰ τοῦτο τελειοτέρου σφίσιν ἐλέους ὑπάρξοντος — 表示主观原因的连词 `ὡς` 连同表示可能性的语气词 `ἄν`,引导了由将来时分词 `ὑπάρξοντος` 构成的属格绝对结构。它表现了埃托利亚人内心的主观预期(“以为通过这种方式可以获得更彻底的怜悯”)。
  5. 20.9.12τὸ τὴν ἐπιτροπὴν δοῦναι — 希谱语中的 `ἐπιτροπή`(托付)在此被用作罗马法中 `deditio`(无条件投降、向战胜者让渡全权)的译词。这里对比了双方的概念差异:希腊人将“信义”(fides)理解为一种道义上的保护与怜悯,而在罗马法中它则意味着法理上的彻底降伏。

引用这一段

波利比奥斯, 历史 §20.9.1-20.9.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:20.9.1-20.9.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。