§20.12.1ἐξ αὑτῶν τὸν ἐροῦντα περὶ τούτων πρὸς αὐτόν· ἀλλʼ ὥσπερ τοῖς ἐπὶ τῶν πλείστων ἐργολαβοῦσι πολλοὶ προσφέρουσι τὰς τοιαύτας χάριτας καὶ ταύτην ἀρχὴν ποιοῦνται φιλίας καὶ συστάσεως, οὕτως ἐπὶ Φιλοποίμενος ὁ προσοίσων ταύτην τὴν χάριν ἑκὼν οὐχ εὑρίσκετο τὸ παράπαν, §20.12.2ἕως [ἂν] ἐξαπορήσαντες ψήφῳ προεχειρίσαντο Τιμόλαον, ὃς ὑπάρχων καὶ ξένος πατρικὸς καὶ συνήθης ἐπὶ πολὺ τῷ Φιλοποίμενι, δὶς εἰς τὴν Μεγάλην πόλιν ἐκδημήσας αὐτοῦ τούτου χάριν οὐκ ἐτόλμησε φθέγξασθαι περὶ τούτων οὐδέν, μέχρις ὅτε μυωπίσας ἑαυτὸν καὶ τρίτον ἐλθὼν ἐθάρρησε μνησθῆναι τῆς δωρεᾶς.
[试图]从他们自己当中[找出]向他谈论这些事的人;但正如许多人向那些在大多数事务中牟利的人提供此类恩惠,并以此作为友谊和引荐的开端一样,在菲洛皮门的事情上,自愿提供此类恩惠的人根本找不到,直到最后,他们因无计可施而通过投票选出了蒂莫劳斯,他虽然是菲洛皮门的世交且长期的密友,并为此目的两次前往梅加洛波利斯,却不敢对此事吐露半个字,直到他驱策自己第三次前往时,才敢提起这份礼物。
§20.12.3τοῦ δὲ Φιλοποίμενος παραδόξως αὐτὸν ἐπὶ τούτοις ἀποδεξαμένου καὶ φιλανθρώπως, ὁ μὲν Τιμόλαος περιχαρὴς ἦν, §20.12.4ὑπολαβὼν καθῖχθαι τῆς ἐπιβολῆς, ὁ δὲ Φιλοποίμην ἥξειν ἔφη μετʼ ὀλίγας ἡμέρας εἰς τὴν Λακεδαίμονα· θέλειν γὰρ εὐχαριστῆσαι πᾶσι τοῖς ἄρχουσι περὶ τούτων.
当菲洛皮门出人意料且亲切地在这件事上接见他时,蒂莫劳斯欣喜若狂,以为自己的企图已经成功;但菲洛皮门说他过几天会去拉刻代蒙,因为他想就这些事向所有执政官表示感谢。
§20.12.5ἐλθὼν δὲ μετὰ ταῦτα καὶ κληθεὶς εἰς τὸ συνέδριον πάλαι μὲν ἔφη γινώσκειν τὴν τῶν Λακεδαιμονίων πρὸς αὑτὸν εὔνοιαν, μάλιστα δʼ ἐκ τοῦ νῦν προτεινομένου στεφάνου καὶ τῆς τοιαύτης τιμῆς.
此后他来到并被邀请进入议事会,他说自己早就知道拉刻代蒙人对他的好意,尤其是通过现在提议的冠冕和如此的荣誉。
§20.12.6τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχεσθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖσθαι.
因此他说,他接受他们的心意,但对这种处理方式感到困惑。
δεῖν γὰρ οὐ τοῖς φίλοις δίδοσθαι τὰς τοιαύτας τιμὰς καὶ τοὺς στεφάνους, ἐξ ὧν ὁ περιθέμενος οὐδέποτε μὴ τὸν ἰὸν ἐκνίψηται, πολὺ δὲ μᾶλλον τοῖς ἐχθροῖς, §20.12.7ἵνʼ οἱ μὲν φίλοι τηροῦντες τὴν παρρησίαν πιστεύωνται παρὰ τοῖς Ἀχαιοῖς, ἐπὰν προθῶνται τῇ πόλει βοηθεῖν, οἱ δʼ ἐχθροὶ καταπιόντες τὸ δέλεαρ ἢ συνηγορεῖν αὐτοῖς ἀναγκάζωνται ἢ σιωπῶντες μηδὲν δύνωνται βλάπτειν.
因为此类荣誉和冠冕,一经戴上便绝不可能洗净其污渍,所以不应送给朋友,而更应送给敌人,以便朋友们在提议援助该城时,能保持直言不讳的权利并在阿卡亚人中获得信任,而敌人在吞下诱饵后,要么被迫为他们辩护,要么保持沉默而无法造成任何伤害。
§20.12.8## ιι. φραγμεντυμ ινξερταε σεδις
ὅτι οὐχ ὅμοιόν ἐστιν ἐξ ἀκοῆς περὶ πραγμάτων διαλαμβάνειν καὶ γενόμενον αὐτόπτην, ἀλλὰ καὶ μεγάλα διαφέρει, πολὺ δέ τι συμβάλλεσθαι πέφυκεν ἑκάστοις ἡ κατὰ τὴν ἐνάργειαν πίστις.
ii. 位置未定的残篇通过传闻来理解事物与亲眼目睹是截然不同的,而且有着巨大的差别,在每种情况下,基于亲眼目睹的真实感而产生的信任自然会产生极大的帮助。