§20.11.1περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας οὐκ ἄξιον παρασιωπῆσαι.
但是,对于发生在尼坎德罗斯身上的意外遭遇,是不应避而不谈的。
§20.11.2παρεγενήθη μὲν γὰρ ἐκ τῆς Ἐφέσου δωδεκαταῖος εἰς τὰ Φάλαρα πάλιν, ἀφʼ ἧς ὥρμηθʼ ἡμέρας·
因为从他出发的那天算起,他在第十二天从以弗所再次回到了法拉拉。
§20.11.3καταλαβὼν δὲ τοὺς Ῥωμαίους ἔτι περὶ τὴν Ἡράκλειαν, τοὺς δὲ Μακεδόνας ἀφεστῶτας μὲν ἀπὸ τῆς Λαμίας, οὐ μακρὰν δὲ στρατοπεδεύοντας τῆς πόλεως, §20.11.4τὰ μὲν χρήματʼ εἰς τὴν Λαμίαν διεκόμισε παραδόξως, αὐτὸς δὲ τῆς νυκτὸς ἐπεβάλετο κατὰ τὸν μεταξὺ τόπον τῶν στρατοπέδων διαπεσεῖν εἰς τὴν Ὑπάταν.
在发现罗马人仍驻扎在赫拉克利亚周围,而马其顿人虽然已从拉米亚撤军,但仍在离该城不远的地方安营扎寨后,他出人意料地将资金安全运入拉米亚,但他自己则企图在夜间穿过两军营地之间的地带,溜进希帕塔。
§20.11.5ἐμπεσὼν δʼ εἰς τοὺς προκοίτους τῶν Μακεδόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι τῆς συνουσίας ἀκμαζούσης, προσδοκῶν πείσεσθαί τι δεινὸν πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν ἢ παραδοθήσεσθαι τοῖς Ῥωμαίοις.
然而,他落入了马其顿人的前哨手中,并在宴会正酣时被带到腓力面前。 他预料自己会因触怒腓力而遭受某种可怕的命运,或者被移交给罗马人。
§20.11.6τοῦ δὲ πράγματος ἀγγελθέντος τῷ βασιλεῖ, ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄντας θεραπεῦσαι τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν αὐτοῦ ποιήσασθαι φιλάνθρωπον.
当此事报告给国王时,国王立即命令负责此事的官员款待尼坎德罗斯,并在其他方面对他体贴周到。
§20.11.7μετὰ δέ τινα χρόνον αὐτὸς ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ καὶ πολλὰ καταμεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς μέν, ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ ταῦτα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει λήθην ποιησαμένους τῶν προγεγονότων ἀντέχεσθαι τῆς πρὸς αὑτὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν τοῖς κατʼ ἀλλήλων καιροῖς.
过了一会儿,国王亲自站起身来,与尼坎德罗斯会面。 他极力谴责埃托利亚人普遍的无知——首先是他们将罗马人引入希腊,随后又是安条克——然而,他仍然劝告他们忘却过去,保持对他本人的友好态度,而不要在彼此陷入危难的时期乘机介入敌对。
§20.11.8ταῦτα μὲν οὖν παρῄνει τοῖς προεστῶσι τῶν Αἰτωλῶν ἀναγγέλλειν· αὐτὸν δὲ τὸν Νίκανδρον παρακαλέσας μνημονεύειν τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας ἐξέπεμπε μετὰ προπομπῆς ἱκανῆς, παραγγείλας τοῖς ἐπὶ τούτῳ τεταγμένοις ἀσφαλῶς εἰς τὴν Ὑπάταν αὐτὸν ἀποκαταστῆσαι.
因此,他建议将这些话转告给埃托利亚人的领袖们;他又劝勉尼坎德罗斯本人要记住对他所做的恩惠,随后派了充足的护卫将他送走,并命令负责此事的军官将他安全地护送回希帕塔。
§20.11.9ὁ δὲ
Νίκανδρος, τελέως ἀνελπίστου καὶ παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνεκομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακεδόνων οἰκίᾳ.
尼坎德罗斯由于这番遭遇对他来说完全是出乎意料和难以置信的,当时便回到了亲人身边,但在此次会面之后的岁月中,他一直对马其顿王室保持着好感。
§20.11.10διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς, εἰς ὑποψίας καὶ διαβολὰς ἐμπεσὼν καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον.
因此,后来在对佩尔修斯战争期间,由于受到上述恩德的束缚,他难以违抗佩尔修斯的计划,从而陷入了猜疑和毁谤之中,最终被召回罗马并在那里去世。
—
κόραξ, §20.11.11ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου.
— 科拉克斯:介于卡利波利斯和纳夫帕克托斯之间的山脉。
Πολύβιος εἰκοστῷ.
波里比阿第二十卷。
—
Ἀπεράντεια, πόλις Θεσσαλίας.
— 阿佩兰提亚,色萨利的城市。
§20.11.12Πολύβιος εἰκοστῷ.
波里比阿第二十卷。
—
—