§18.42.1ὅτι ἐπὶ Μαρκέλλου Κλαυδίου ὑπάτου παρειληφότος τὴν ὕπατον ἀρχὴν ἧκον εἰς τὴν Ῥώμην οἵ τε παρὰ τοῦ Φιλίππου πρέσβεις οἵ τε παρὰ τοῦ Τίτου καὶ τῶν συμμάχων ὑπὲρ τῶν πρὸς Φίλιππον συνθηκῶν.
在执政官马尔库斯·克劳狄乌斯接任执政官职位时,来自腓力的使节以及来自提图斯和同盟国的使节,为了与腓力的条约而抵达罗马。
§18.42.2λόγων δὲ πλειόνων γενομένων ἐν τῇ συγκλήτῳ, ταύτῃ μὲν ἐδόκει βεβαιοῦν τὰς ὁμολογίας·
在元老院进行多次辩论后,元老院倾向于批准该协议。
§18.42.3εἰς δὲ τὸν δῆμον εἰσενεχθέντος τοῦ διαβουλίου Μάρκος, αὐτὸς ἐπιθυμῶν τῆς εἰς τὴν Ἑλλάδα διαβάσεως, ἀντέλεγε καὶ πολλὴν ἐποιεῖτο σπουδὴν εἰς τὸ διακόψαι τὰς συνθήκας.
然而,当该项提议被提交给公民大会时,自己渴望渡海前往希腊的马尔库斯表示反对,并极力企图废除条约。
§18.42.4οὐ μὴν ἀλλʼ ὅ γε δῆμος κατὰ τὴν τοῦ Τίτου προαίρεσιν ἐπεκύρωσε τὰς διαλύσεις.
尽管如此,民众还是按照提图斯的意愿批准了和约。
§18.42.5ὧν ἐπιτελεσθεισῶν εὐθέως ἡ σύγκλητος ἄνδρας δέκα καταστήσασα τῶν ἐπιφανῶν ἐξέπεμπε τοὺς χειριοῦντας τὰ κατὰ τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου καὶ βεβαιώσοντας τοῖς Ἕλλησι τὴν ἐλευθερίαν.
这些事情办妥后,元老院立即在显贵中指派了十位使节派遣出去,让他们与提图斯共同处理希腊事务,并向希腊人保证自由。
§18.42.6ἐποιήσαντο δὲ λόγους ἐν τῇ συγκλήτῳ καὶ περὶ τῆς συμμαχίας οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις, οἱ περὶ Δαμόξενον τὸν Αἰγιέα·
来自亚该亚人的使节,即以艾吉乌姆的达莫克塞诺斯为首的使团,也在元老院中就同盟一事发表了意见。
§18.42.7γενομένης δʼ ἀντιρρήσεως κατὰ τὸ παρὸν διὰ τὸ κατὰ πρόσωπον Ἠλείους μὲν ἀμφισβητεῖν τοῖς Ἀχαιοῖς ὑπὲρ τῆς Τριφυλίας, Μεσσηνίους δʼ ὑπὲρ Ἀσίνης καὶ Πύλου, συμμάχους τότε Ῥωμαίων ὑπάρχοντας, Αἰτωλοὺς δὲ περὶ τῆς Ἡραιῶν πόλεως, ὑπέρθεσιν ἔλαβε τὸ διαβούλιον ἐπὶ τοὺς δέκα.
但由于目前出现了反对意见,因为各方当面争执不休——伊利斯人与亚该亚人争夺三非利亚,美塞尼亚人(当时是罗马的同盟者)争夺阿西内和皮洛斯,埃托利亚人争夺赫拉亚城——因此审议被推迟交由十人委员会处理。
§18.42.8καὶ τὰ μὲν κατὰ τὴν σύγκλητον ἐπὶ τούτοις ἦν.
元老院中的情况至此便告一段落。