Humanitext Reader

波利比奥斯 · 历史 §18.41.1-18.41.10

阿塔罗斯一世的逝世与生平赞颂

第 931 段,共 1311 段 · 希腊语

内容简介

在阿塔罗斯一世逝世之际,波里比阿回顾了他的一生。赞扬他如何正确利用财富夺取王位、击败加拉太人奠定基业、对家人和盟友保持诚信,并给继承人留下了一个没有内讧的稳定王国。

§18.41.1ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ ιη# λόγῳ. ὅτι Ἄτταλος ἐτελεύτησε τὸν βίον· ὑπὲρ οὗ δίκαιόν ἐστι, καθάπερ περὶ τῶν ἄλλων εἰθίσμεθα ποιεῖν, καὶ περὶ τούτου νῦν ἐπιφθέγξασθαι τὸν ἁρμόζοντα λόγον.
波里比阿在第十八卷中说,阿塔罗斯结束了他的生命;关于他,正如我们对其他人所习惯做的那样,现在发表适当的悼词是公正的。
§18.41.2ἐκείνῳ γὰρ ἐξ ἀρχῆς ἄλλο μὲν οὐδὲν ἐφόδιον ὑπῆρξε πρὸς βασιλείαν τῶν ἐκτός, πλοῦτος δὲ μόνον, §18.41.3ὃς μετὰ νοῦ μὲν καὶ τόλμης χειριζόμενος ὡς ἀληθῶς μεγάλην παρέχεται χρείαν πρὸς πᾶσαν ἐπιβολήν, ἄνευ δὲ τῶν προειρημένων τοῖς πλείστοις κακῶν παραίτιος πέφυκε γίνεσθαι καὶ συλλήβδην ἀπωλείας.
— 因为对他而言,起初除了财富之外,没有任何其他用于王位的外部资源, — 这一财富若伴随着智慧与勇气来运用,确实能为一切企图提供巨大的助力;但若缺少前述品质,自然会成为大多数人遭受祸害的原因,总之会导致毁灭。
§18.41.4καὶ γὰρ φθόνους γεννᾷ καὶ ἐπιβουλὰς καὶ πρὸς διαφθορὰν σώματος καὶ ψυχῆς μεγίστας ἔχει ῥοπάς.
— 因为它会滋生嫉妒与阴谋,并对肉体与灵魂的堕落具有极大的影响力。
ὀλίγαι δέ τινές εἰσι ψυχαὶ παντάπασιν αἱ ταῦτα δυνάμεναι διωθεῖσθαι τῇ τοῦ πλούτου δυνάμει.
在富足的力量中,能够完全抵御这些诱惑的心灵实在寥寥无几。
§18.41.5διὸ καὶ τοῦ προειρημένου ἄξιον ἀγασθῆναι τὴν μεγαλοψυχίαν, ὅτι πρὸς οὐδὲν τῶν ἄλλων ἐπεβάλετο χρήσασθαι τοῖς χορηγίοις ἀλλὰ πρὸς βασιλείας κατάκτησιν, οὗ μεῖζον ἢ κάλλιον οὐδὲν οἷόν τʼ ἐστὶν οὐδʼ εἰπεῖν·
— 因此,前述之人的宽宏大度值得赞赏,因为他未曾企图将自己的资财用于其他任何事物,而仅用于夺取王位,对此,再没有比这更伟大、更美好、甚至无法用言语形容的事了。
§18.41.6ὃς τὴν ἀρχὴν ἐνεστήσατο τῆς προειρημένης ἐπιβολῆς οὐ μόνον διὰ τῆς εἰς τοὺς φίλους εὐεργεσίας καὶ χάριτος, ἀλλὰ καὶ διὰ τῶν κατὰ πόλεμον ἔργων.
— 他奠定前述企图的开端,不仅是通过对朋友的恩惠与好意,也是通过战争中的功绩。
§18.41.7νικήσας γὰρ μάχῃ Γαλάτας, ὃ βαρύτατον καὶ μαχιμώτατον ἔθνος ἦν τότε κατὰ τὴν Ἀσίαν, ταύτην ἀρχὴν ἐποιήσατο καὶ τότε πρῶτον αὑτὸν ἔδειξε βασιλέα.
— 因为他在战斗中击败了加拉太人(当时亚洲最强悍且好战的民族),并以此为基础,在当时首次展现自己为国王。
§18.41.8τυχὼν δὲ τῆς τιμῆς ταύτης καὶ βιώσας ἔτη δύο πρὸς τοῖς ἑβδομήκοντα, τούτων δὲ βασιλεύσας τετταράκοντα καὶ τέτταρα, σωφρονέστατα μὲν ἐβίωσε καὶ σεμνότατα πρὸς γυναῖκα καὶ τέκνα, §18.41.9διεφύλαξε δὲ τὴν πρὸς πάντας τοὺς συμμάχους καὶ φίλους πίστιν, ἐναπέθανε δʼ ἐν αὐτοῖς τοῖς καλλίστοις ἔργοις, ἀγωνιζόμενος ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
— 他获得了这一荣誉,活了七十二岁,其中执政四十四年,对待妻子和孩子们的生活极为克己且尊严; — 他恪守了对所有盟友和朋友的信义,并在最辉煌的事迹中死去,为希腊人的自由而奋斗。
§18.41.10τὸ δὲ μέγιστον, τέτταρας υἱοὺς ἐν ἡλικίᾳ καταλιπὼν οὕτως ἡρμόσατο τὰ κατὰ τὴν ἀρχὴν ὥστε παισὶ παίδων ἀστασίαστον παραδοθῆναι τὴν βασιλείαν.
— 最为重要的是,他留下了四个成年的儿子,并将王国内部事务协调得如此完美,以至于王位得以毫无内讧地传给子子孙孙。

词汇与语法注释

  1. §18.41.1ὅτι φησὶν... ὅτι — 双重 ὅτι。第一个 ὅti 是拜占庭时期摘录本(Excerpta)特有的、用于标记摘录开始的符号化惯用语;而第二个 ὅti 则引导作为主动词 φησίν(“说”)宾语的名词性从句。
  2. §18.41.3χειριζόμενος — 阳性单数主格现在分词,与关系代词 ὃς(先行词为 §18.41.2 中的 πλοῦτος“财富”)在性、数、格上一致。此处作为表示条件的状语分词,具有被动含义(“若被运用/处理”)。
  3. §18.41.5τοῦ προειρημένου ἄξιον ἀγασθῆναι τὴν μεγαλοψυχίαν — 中性形容词 ἄξιον(“值得的”)与不定式 ἀγασθῆναι(“赞赏”)连用,构成非人称结构。属格 τοῦ προειρημένου(“前述之人”)并非直接由 ἄξιον 支配,而是作为动词 ἄγαμαι(习惯上支配其赞赏对象的属格)之不定式的动作对象。
  4. §18.41.7ὃ βαρύτατον καὶ μαχιμώτατον ἔθνος ἦν — 关系代词 ὃ 采用中性单数形式。尽管其先行词是前文的 Γαλάτας(“加拉太人”,阳性复数),但它在性与数上向其自身从句中的表语名词 ἔθνος(“民族”,中性单数)看齐(同化现象)。

引用这一段

波利比奥斯, 历史 §18.41.1-18.41.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.41.1-18.41.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。