§18.24.1Φίλιππος δὲ κατὰ τὸν αὐτὸν καιρόν, ἐπειδὴ τὸ πλέον μέρος ἤδη τῆς ἑαυτοῦ δυνάμεως ἑώρα παρεμβεβληκὸς πρὸ τοῦ χάρακος, αὐτὸς μὲν ἀναλαβὼν τοὺς πελταστὰς καὶ τὸ δεξιὸν τῆς φάλαγγος προῆγε, σύντονον ποιούμενος τὴν πρὸς τοὺς λόφους ἀνάβασιν,
此时,菲利普看到自己大部分的军队已经在营地前整队完毕,便亲自率领轻盾兵和方阵的右翼前行,急促地向山丘攀登。
§18.24.2τοῖς δὲ περὶ τὸν Νικάνορα τὸν ἐπικαλούμενον ἐλέφαντα συνέταξε φροντίζειν ἵνα τὸ λοιπὸν μέρος τῆς δυνάμεως ἐκ ποδὸς ἕπηται.
他命令绰号为“大象”的尼卡诺尔及其部下,务必使其余的军队紧随其后。
§18.24.3ἅμα δὲ τῷ τοὺς πρώτους ἅψασθαι τῆς ὑπερβολῆς εὐθέως ἐξ ἀσπίδος παρενέβαλε καὶ προκατελάμβανε τοὺς ὑπερδεξίους· τῶν γὰρ προκινδυνευόντων Μακεδόνων ἐπὶ πολὺ τεθλιφότων τοὺς Ῥωμαίους ἐπὶ θάτερα μέρη τῶν λόφων, ἐρήμους κατέλαβε τοὺς ἄκρους.
当先头部队一到达山顶,他立即向左侧展开队形,预先占领了高地;因为前哨战斗的马其顿兵已将罗马人远远推到山丘的另一侧,所以他发现山顶空无一人。
§18.24.4ἔτι δὲ παρεμβάλλοντος αὐτοῦ τὰ δεξιὰ μέρη τῆς στρατιᾶς, παρῆσαν οἱ μισθοφόροι, πιεζούμενοι κατὰ κράτος ὑπὸ τῶν πολεμίων·
正当他还在整顿军队右翼之时,雇佣兵们退了下来,他们在敌人的猛烈压迫下显得难以招架。
§18.24.5προσγενομένων γὰρ τοῖς τῶν Ῥωμαίων εὐζώνοις τῶν ἐν τοῖς βαρέσιν ὅπλοις ἀνδρῶν, καθάπερ ἀρτίως εἶπα, καὶ συνεργούντων κατὰ τὴν μάχην, προσλαβόντες οἷον εἰ σήκωμα τὴν τούτων χρείαν, βαρέως ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς αὐτῶν ἔκτεινον.
因为,正如我刚才所说,重装步兵与罗马的轻装兵汇合并在战斗中协同作战,罗马人得到了他们的支持,犹如天平上增加了决定性的砝码,沉重地压制了敌人,并杀伤了许多人。
§18.24.6ὁ δὲ βασιλεὺς ἐν μὲν ταῖς ἀρχαῖς, ὅτε παρεγίνετο, θεωρῶν οὐ μακρὰν τῆς τῶν πολεμίων παρεμβολῆς συνεστῶτα τὸν τῶν εὐζώνων κίνδυνον περιχαρὴς ἦν·
国王起初刚到达时,看到轻装兵的交战在离敌人营地不远的地方进行,感到非常高兴。
§18.24.7ὡς δὲ πάλιν ἐκ μεταβολῆς ἑώρα κλίνοντας τοὺς ἰδίους καὶ προσδεομένους ἐπικουρίας, ἠναγκάζετο βοηθεῖν καὶ κρίνειν ἐκ τοῦ καιροῦ τὰ ὅλα, καίπερ ἔτι τῶν πλείστων μερῶν τῆς φάλαγγος κατὰ πορείαν ὄντων καὶ προσβαινόντων πρὸς τοὺς βουνούς.
但当他看到局势逆转,自己的人纷纷败退并需要救援时,尽管方阵的大部分还在行军途中、正在向山丘攀登,他也不得不前去救援,并根据当时的情况对全局做出决断。
§18.24.8προσδεξάμενος δὲ τοὺς ἀγωνιζομένους, τούτους μὲν ἥθροιζε πάντας ἐπὶ τὸ δεξιὸν κέρας, καὶ τοὺς πεζοὺς καὶ τοὺς ἱππέας, τοῖς δὲ πελτασταῖς καὶ τοῖς φαλαγγίταις παρήγγελλε διπλασιάζειν τὸ βάθος καὶ πυκνοῦν ἐπὶ τὸ δεξιόν.
他收容了那些正在战斗的人,将步兵和骑兵全部集中在右翼,并命令轻盾兵和方阵兵将队形纵深增加一倍,向右侧紧缩。
γενομένου δὲ τούτου, §18.24.9καὶ τῶν πολεμίων ἐν χερσὶν ὄντων, τοῖς μὲν φαλαγγίταις ἐδόθη παράγγελμα καταβαλοῦσι τὰς σαρίσας ἐπάγειν, τοῖς δʼ εὐζώνοις κερᾶν.
完成这一调整后,且敌人已迫在眉睫,方阵兵便接到命令,放下长枪向前推进,轻装兵则奉命包围敌人的侧翼。
§18.24.10κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Τίτος, δεξάμενος εἰς τὰ διαστήματα τῶν σημαιῶν τοὺς προκινδυνεύοντας, προσέβαλε τοῖς πολεμίοις.
与此同时,提图斯也将前哨部队收容到旗队(百人队)的间隙之中,向敌人发起了进攻。