Humanitext Reader

波利比奥斯 · 历史 §18.13.1-18.13.11

背叛的定义之难与阿里斯泰诺斯的决断

第 902 段,共 1311 段 · 希腊语

内容简介

作者指出定义何为“背叛”的困难性,并通过阿里斯泰诺斯调整阿开亚同盟的外交关系、挽救国家免于毁灭的历史先例,论证了根据形势做出灵活政治决策的合理性。

§18.13.1ἔμοιγε πολλάκις μὲν καὶ ἐπὶ πολλοῖς θαυμάζειν ἐπέρχεται τῶν ἀνθρωπείων ἁμαρτημάτων, μάλιστα δʼ ἐπὶ τῷ κατὰ τοὺς προδότας.
在许多情况下,我常常对人类的错误感到惊异,尤其是关于背叛者方面的错误。
§18.13.2διὸ καὶ βούλομαι τὰ πρέποντα τοῖς καιροῖς διαλεχθῆναι περὶ αὐτῶν.
因此,我也希望就他们进行符合当下时机的论述。
§18.13.3καίτοι γʼ οὐκ ἀγνοῶ διότι δυσθεώρητον ὁ τόπος ἔχει τι καὶ δυσπαράγραφον· τίνα γὰρ ὡς ἀληθῶς προδότην δεῖ νομίζειν, οὐ ῥᾴδιον ἀποφήνασθαι.
然而我并非不知道,这一主题带有某种难以审视和难以界定的性质;因为要表明究竟谁才应当被真正视为背叛者,并不是一件容易的事。
§18.13.4δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συντιθεμένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, §18.13.5οὔτε τοὺς κατὰ τὰς περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους.
显然,我们既不能立刻将那些在不受任何拘束的状态下、与某些国王或权势者建立起合作关系的人视为背叛者,也不能将那些根据形势、将自己的祖国从某些既有的依附关系转移到其他友好和同盟关系中的人视为背叛者,甚至连这些人也不是。
§18.13.6πολλοῦ γε δεῖν· ἐπείτοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς ἰδίαις πατρίσιν.
绝非如此;因为这些人往往正是为自己的祖国带来最大福祉的功臣。
§18.13.7ἵνα δὲ μὴ πόρρωθεν τὰ παραδείγματα φέρωμεν, ἐξ αὐτῶν τῶν ἐνεστώτων ῥᾳδίως ἔσται τὸ λεγόμενον κατανοεῖν.
为了不从遥远的地方引证例子,仅从当前正在发生的事情中,就很容易理解所说的话。
§18.13.8εἰ γὰρ μὴ σὺν καιρῷ τότε μετέρριψε τοὺς Ἀχαιοὺς Ἀρίσταινος ἀπὸ τῆς Φιλίππου συμμαχίας πρὸς τὴν Ῥωμαίων, φανερῶς ἄρδην ἀπολώλει τὸ ἔθνος.
因为,如果当时阿里斯泰诺斯没有合乎时宜地将阿开亚人从与腓力的同盟转向与罗马人的同盟,那么这个部族显然就会彻底毁灭。
§18.13.9νῦν δὲ χωρὶς τῆς παρʼ αὐτὸν τὸν καιρὸν ἀσφαλείας ἑκάστοις περιγενομένης, αὐξήσεως τῶν Ἀχαιῶν ὁμολογουμένως ὁ προειρημένος ἀνὴρ κἀκεῖνο τὸ διαβούλιον αἴτιος ἐδόκει γεγονέναι· §18.13.10διὸ καὶ πάντες αὐτὸν οὐχ ὡς προδότην, ἀλλʼ ὡς εὐεργέτην καὶ σωτῆρα τῆς χώρας ἐτίμων.
但在现实中,除了在那个关头每个人都获得了安全之外,前述的那个人和那项决议,公认被认为是阿开亚人得以壮大的原因;因此,大家都不把他当作背叛者,而是当作该国的恩人和救星来尊敬。
§18.13.11ὁ δʼ αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῶν ἄλλων, ὅσοι κατὰ τὰς τῶν καιρῶν περιστάσεις τὰ παραπλήσια τούτοις πολιτεύονται καὶ πράττουσιν.
对于其他那些根据时势采取并实行与此类似政治行动的人,同样的道理也适用。

词汇与语法注释

  1. 18.13.1τῶν ἀνθρωπείων ἁμαρτημάτων — 与动词 θαυμάζειν(“感到惊异”、“对……感到不可思议”)连用、表示原因或对象的属格。
  2. 18.13.3ὁ τόπος — 这里的 ὁ τόπος(字面意思为“地方”)指的是讨论的“主题”或“话题”。
  3. 18.13.4ἐξ ἀκεραίου — 介词短语,意为“在不受任何先决条件或义务约束的中立(无瑕)状态下”。
  4. 18.13.8ἀπολώλει — 在表示与过去事实相反的虚拟条件句(εἰ μὴ ... μετέρριψε)的结论句中,省略了通常应伴随的助词 ἄν,直接使用直陈式过去时(此处为过去完成时),旨在强调结果的必然性和确定性。

引用这一段

波利比奥斯, 历史 §18.13.1-18.13.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.13.1-18.13.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。