Humanitext Reader

波利比奥斯 · 历史 §16.20.1-16.20.9

历史撰述的准确性与对批评的宽容态度

第 868 段,共 1311 段 · 希腊语

内容简介

作者强调了历史撰述中准确与诚实的重要性,分享了自己指出历史学家哲诺地理错误的往事,并请求读者对自己的著作也持有建设性批评与宽容的态度。

§16.20.1ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς συγγραφεῦσι.
在我看来,这些事情,以及所有这类荒谬之举,通常都会给历史学家带来极大的耻辱。
§16.20.2διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρατεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοῦτο δυνατόν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν.
因此,最应当努力掌握历史的各个部分,因为这是极好的;但若无法做到这一点,也应当对其中最必要和最重大的事物给予最大的关注。
ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, §16.20.3θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμάτων, τὸ μὲν ἀληθινὸν καὶ πρὸς τὴν χρείαν ἀνῆκον ἐν ἑκάστοις ἐπισεσυρμένον, §16.20.4τὸ δὲ πρὸς ἀλαζονείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, ὃ καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, καθάπερ αἱ λοιπαὶ τῶν γραφῶν.
我之所以被引导说出这些话,是因为我看到现在正如在其他艺术和职业中一样,在每种情况下,真实且有益于实用的东西都被敷衍对待,而为了炫耀和虚饰而作的东西却被奉为伟大和奇妙而受到赞赏和效仿,它就像其余的著作一样,其构建更为容易,获得认可所需的付出也更少。
§16.20.5περὶ δὲ τῆς τῶν τόπων ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν οὐκ ὤκνησα γράψαι καὶ πρὸς αὐτὸν Ζήνωνα, §16.20.6κρίνων καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέλας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν, ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπομνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθʼ ὅσον οἷοί τʼ ἐσμέν, ποιεῖσθαι πρόνοιαν καὶ διόρθωσιν χάριν τῆς κοινῆς ὠφελείας.
至于他对拉科尼亚各地地理的无知,由于这一失误非常重大,我毫不犹豫地写信给哲诺本人,因为我认为,不将邻人的错误视为自己的优势(如某些人习惯做的那样),而是不仅对自己的记录,而且对别人的记录,尽我们所能给予关注和纠正,以服务于共同的利益,这是一件极好的事。
§16.20.7ὁ δὲ λαβὼν τὴν ἐπιστολήν, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα, ποιεῖν δʼ οὐδὲν εἶχε, τήν γε μὴν ἡμετέραν αἵρεσιν ἀπεδέξατο φιλοφρόνως.
而他收到信后,得知由于已经出版了著作而无法更改,虽然感到无比难过,但由于无能为力,还是非常友好地接受了我们的态度。
§16.20.8ὃ δὴ κἂν ἐγὼ παρακαλέσαιμι περὶ αὑτοῦ τοὺς καθʼ ἡμᾶς καὶ τοὺς ἐπιγινομένους, ἐὰν μὲν κατὰ πρόθεσιν εὑρισκώμεθά που κατὰ τὴν πραγματείαν διαψευδόμενοι καὶ παρορῶντες τὴν ἀλήθειαν, ἀπαραιτήτως ἐπιτιμᾶν, §16.20.9ἐὰν δὲ κατʼ ἄγνοιαν, συγγνώμην ἔχειν, καὶ μάλιστα πάντων ἡμῖν διὰ τὸ μέγεθος τῆς συντάξεως καὶ διὰ τὴν καθόλου περιβολὴν τῶν πραγμάτων.
这也正是我要请求同时代人和后世人对我自己所做的事:如果在我们的这本著作中,被发现有任何故意欺骗、忽视真相的地方,请毫不留情地予以谴责;但如果是由于无知,则请予以宽容,尤其是对我们,因为我们著作的宏大规模以及我们所处理事务的总体范围。

词汇与语法注释

  1. 16.20.3θεωρῶν — 分词 θεωρῶν(现在时主动分词,阳性单数主格)与前一节末尾的主句动词 προήχθην(“我被引导/我至于”)的第一人称单数主语一致,表示行为的原因(“因为我看到……”)。它支配着随后出现的“对格+分词”结构(τὸ μὲν ἀληθινὸν ... ἐπισεσυρμένον, τὸ δὲ ... ἐπαινούμενον)。
  2. 16.20.4ἔχει ῥᾳδιεστέραν — 比较级形容词 ῥᾳδιεστέραν(以及 ὀλιγοδεεστέραν)作动词 ἔχει 的宾语补足语,与名词 τὴν κατασκευὴν(以及 τὴν εὐδόκησιν)呈叙述性关系(“使其构建更为容易”,即“其构建更为容易”)。
  3. 16.20.8ὃ δὴ κἂν ἐγὼ παρακαλέσαιμι ... ἐπιτιμᾶν — 句首的关系代词 ὃ(中性单数对格)指代前文的内容(哲诺友好地接受批评的态度)。主句动词 παρακαλέσαιμι(希求式,“我想请求”)支配着以对格(τοὺς καθʼ ἡμᾶς καὶ τοὺς ἐπιγινομένους)为逻辑主语的不定式短语(ἐπιτιμᾶν 以及下一节的 ἔχειν)作为其宾语。

引用这一段

波利比奥斯, 历史 §16.20.1-16.20.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.20.1-16.20.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。