§10.29.1πλὴν αὐτοῦ διαναπαύσας τὴν δύναμιν, καὶ συλλογισάμενος ὡς εἰ μὲν οἷός τʼ ἦν Ἀρσάκης διὰ μάχης κρίνεσθαι πρὸς σφᾶς, οὔτʼ ἂν ἐξεχώρει λιπὼν τὴν αὑτοῦ χώραν οὔτʼ ἂν ἐπιτηδειοτέρους τόπους ἐζήτει πρὸς ἀγῶνα ταῖς σφετέραις δυνάμεσι τῶν περὶ τὴν Ἑκατόμπυλον·
然而,安条克在当地休整了军队,并推论道,如果阿尔萨克斯有意与他们通过战斗决一雌雄,他既不会丢下自己的国土撤退,也不会为自己的军队寻找比百门城一带更适合交战的场所。
§10.29.2ἐπειδὴ δʼ ἐκχωρεῖ, δῆλός ἐστι τοῖς ὀρθῶς σκοπουμένοις ἐπʼ ἄλλης ὢν γνώμης·
既然他正在撤退,对于正确观察形势的人来说,显而易见他怀有别样的图谋。
διόπερ ἔκρινε προάγειν εἰς τὴν Ὑρκανίαν.
因此,王决定向希尔卡尼亚进军。
§10.29.3παραγενόμενος δʼ ἐπὶ Ταγάς, καὶ πυνθανόμενος τῶν ἐγχωρίων τήν τε δυσχέρειαν τῶν τόπων, οὓς ἔδει διεκβάλλειν αὐτόν, ἕως εἰς τὰς ὑπερβολὰς διεξίκοιτο τοῦ Λάβου τὰς νευούσας ἐπὶ τὴν Ὑρκανίαν, καὶ τὸ πλῆθος τῶν βαρβάρων τῶν κατὰ τόπους ἐφεστώτων ταῖς δυσχωρίαις αὐτοῦ, §10.29.4προέθετο διατάττειν τὸ τῶν εὐζώνων πλῆθος καὶ τοὺς τούτων ἡγεμόνας μερίζειν, ὡς ἑκάστους δεήσει πορεύεσθαι, ὁμοίως δὲ καὶ τοὺς λειτουργούς, οὓς ἔδει παραπορευομένους τὸν καταλαμβανόμενον ὑπὸ τῶν εὐζώνων τόπον εὔβατον παρασκευάζειν τῇ τῶν φαλαγγιτῶν καὶ τῇ τῶν ὑποζυγίων πορείᾳ.
他抵达塔盖,并从当地人那里得知,在他穿过并抵达通往希尔卡尼亚的拉布斯山脉隘口之前,他所必须越过的地形是多么险阻,以及在各处险要隘口驻守的蛮族人数是多么众多,便计划部署轻装步兵队伍,并分派他们的指挥官,规定各队应如何前进,同样也对工兵作了安排,这些工兵需要伴随前进,将轻装步兵所占领的地方整理得便于方阵步兵和役畜通行。
§10.29.5ταῦτα δὲ διανοηθεὶς τὴν μὲν πρώτην ἔδωκε τάξιν Διογένει, συστήσας αὐτῷ τοξότας καὶ σφενδονήτας καὶ τῶν ὀρείων τοὺς ἀκοντίζειν καὶ λιθάζειν δυναμένους, οἵτινες τάξιν μὲν οὐκ ἔνεμον, αἰεὶ δὲ πρὸς τὸν παρόντα καιρὸν καὶ τόπον κατʼ ἄνδρα ποιούμενοι τὸν κίνδυνον πραγματικωτάτην παρείχοντο χρείαν ἐν ταῖς δυσχωρίαις.
考虑妥当后,他将第一队交由狄奥戈尼斯指挥,为他调配了弓箭手、投石手以及山民中擅长投枪和投石的人。 这些人不编入正规阵形,而是始终根据当时的形势和地形,以个人为单位进行战斗,在险要地形中发挥了极其显著的作用。
§10.29.6τούτοις δὲ συνεχεῖς Κρῆτας ἀσπιδιώτας ἐπέταξε περὶ δισχιλίους, ὧν ἡγεῖτο Πολυξενίδας Ῥόδιος, τελευταίους δὲ θωρακίτας καὶ θυρεοφόρους, ὧν εἶχον τὴν ἡγεμονίαν Νικομήδης Κῷος καὶ Νικόλαος Αἰτωλός.
紧随这些人之后,他部署了由罗得斯人波留克塞尼达斯率领的约二千名持盾克里特兵,最后则是装甲兵和大盾兵,由科斯人尼科梅德斯和埃托利亚人尼科劳斯指挥。