§1.45.1νίων.
νίων. [迦太基]人的[进入而更加高兴。
Ἰμίλκων δʼ ὁ τεταγμένος ἐπὶ τῆς πόλεως στρατηγός, θεωρῶν τὴν ὁρμὴν καὶ προθυμίαν τῶν μὲν ἐν τῇ πόλει διὰ τὴν παρουσίαν τῆς βοηθείας τῶν δὲ παραγεγονότων διὰ τὴν ἀπειρίαν τῶν περιεστώτων κακῶν, §1.45.2βουλόμενος ἀκεραίοις ἀποχρήσασθαι ταῖς ἑκατέρων ὁρμαῖς πρὸς τὴν διὰ τοῦ πυρὸς ἐπίθεσιν τοῖς ἔργοις, συνῆγε πάντας εἰς ἐκκλησίαν·
]担任城防指挥官的将军希米尔科,看到城里的人因援军到来而展现的热情与积极性,以及新到的人因未尝过周围惨祸的痛苦而展现的锐气,希望利用双方这股尚未受损的热情,对攻城工事发动火攻,便召集所有人举行大会。
§1.45.3παρακαλέσας δὲ τῷ καιρῷ τὰ πρέποντα διὰ πλειόνων καὶ παραστήσας ὁρμὴν ὑπερβάλλουσαν διά τε τὸ μέγεθος τῶν ἐπαγγελιῶν τοῖς κατʼ ἰδίαν ἀνδραγαθήσασι καὶ τὰς κατὰ κοινὸν ἐσομένας χάριτας αὐτοῖς καὶ δωρεὰς παρὰ Καρχηδονίων,
他长篇大论地用适合当时情况的话鼓励他们,并通过向立下个人功勋者许下巨额奖赏,以及迦太基国家将给予他们的集体谢意和赏赐,激发起他们极大的热情。
§1.45.4ὁμοθυμαδὸν ἐπισημαινομένων καὶ βοώντων μὴ μέλλειν, ἀλλʼ ἄγειν αὐτούς, τότε μὲν ἐπαινέσας καὶ δεξάμενος τὴν προθυμίαν ἀφῆκε, παραγγείλας ἀναπαύεσθαι καθʼ ὥραν καὶ πειθαρχεῖν τοῖς ἡγουμένοις·
当众人一致表示赞同,高呼不要拖延、立刻带领他们前进时,他赞扬并接受了他们的热情,随后解散了大会,命令他们按时休息,并服从指挥官的命令。
§1.45.5μετʼ οὐ πολὺ δὲ συγκαλέσας τοὺς προεστῶτας αὐτῶν διένειμε τοὺς ἁρμόζοντας πρὸς τὴν ἐπίθεσιν ἑκάστοις τόπους καὶ τὸ σύνθημα καὶ τὸν καιρὸν τῆς ἐπιθέσεως ἐδήλωσε καὶ παρήγγειλε τοῖς ἡγεμόσι μετὰ πάντων τῶν ὑποτεταγμένων ἐπὶ τοῖς τόποις ἑωθινῆς εἶναι φυλακῆς.
此后不久,他召集他们的军官,为每个人分配了适合进攻的阵地,告知了口令和进攻时间,并命令军官们带着所有下属在拂晓守卫时分到达各自的阵地。
§1.45.6τῶν δὲ πειθαρχησάντων, ἐξαγαγὼν τὴν δύναμιν ἅμα τῷ φωτὶ κατὰ πλείους τόπους ἐνεχείρει τοῖς ἔργοις.
军官们服从命令,他在天亮时率领军队,在多处地方对攻城工事发起进攻。
§1.45.7οἱ δὲ Ῥωμαῖοι διὰ τὸ προορᾶσθαι τὸ μέλλον οὐκ ἀργῶς οὐδʼ ἀπαρασκεύως εἶχον, ἀλλʼ ἑτοίμως ἐβοήθουν πρὸς τὸ δεόμενον καὶ διεμάχοντο τοῖς πολεμίοις ἐρρωμένως.
罗马人因为预料到了这一情况,既没有懈怠也没有毫无准备,而是随时向需要的地方提供支援,与敌人顽强拼搏。
§1.45.8πάντων δʼ ἐν βραχεῖ χρόνῳ συμπεσόντων ἀλλήλοις ἦν ἀγὼν παράβολος πέριξ τοῦ τείχους·
在极短的时间内,所有人都混战在一起,在城墙周围展开了死生难料的博斗。
οἱ μὲν γὰρ ἐκ τῆς πόλεως ἦσαν οὐκ ἐλάττους δισμυρίων, οἱ δʼ ἔξωθεν ἔτι πλείους τούτων.
因为从城里杀出来的人不少于两万,而外面的守军则比这更多。
§1.45.9ὅσῳ δὲ συνέβαινε τοὺς ἄνδρας ἐκτὸς τάξεως ποιεῖσθαι τὴν μάχην ἀναμὶξ κατὰ τὰς αὑτῶν προαιρέσεις, τοσούτῳ λαμπρότερος ἦν ὁ κίνδυνος, ὡς ἂν ἐκ τοσούτου πλήθους κατʼ ἄνδρα καὶ κατὰ ζυγὸν οἱονεὶ μονομαχικῆς συνεστώσης περὶ τοὺς ἀγωνιζομένους τῆς φιλοτιμίας.
士兵们越是脱离队形、根据自己的意愿混战在一起,危险就越显得惨烈,因为在如此庞大的人群中,兵对兵、列对列,在战斗人员之间激起了一种仿佛是单挑决斗般的竞争心。
§1.45.10οὐ μὴν ἀλλʼ ἥ τε κραυγὴ καὶ τὸ σύστρεμμα διαφέρον ἦν πρὸς αὐτοῖς τοῖς ἔργοις.
不仅如此,呐喊声和近战在攻城工事本身周围尤为激烈。
§1.45.11οἱ γὰρ ἀρχῆθεν ἐπʼ αὐτῷ τούτῳ παρʼ ἀμφοῖν ταχθέντες, οἱ μὲν ἐπὶ τῷ τρέψασθαι τοὺς ἐπὶ τῶν ἔργων οἱ δʼ ἐπὶ τῷ μὴ προέσθαι ταῦτα, τηλικαύτην ἐποιοῦντο φιλοτιμίαν καὶ σπουδήν, οἱ μὲν ἐξῶσαι σπεύδοντες, οἱ δʼ οὐδαμῶς εἶξαι τούτοις τολμῶντες, ὥστε διὰ τὴν προθυμίαν τέλος ἐν αὐταῖς μένοντες ταῖς ἐξ ἀρχῆς χώραις ἀπέθνησκον.
因为双方从一开始就为此目的而部署的人员——一方为了击退工事上的守军,另一方为了不放弃这些工事——展现出极大的好胜心和热忱,一方急于将对方驱逐,另一方则决不敢向其屈服,以至于由于他们的狂热,最终都在他们最初驻守的岗位上战死。
§1.45.12οἵ γε μὴν ἅμα τούτοις ἀναμεμιγμένοι, δᾷδα καὶ στυππίον καὶ πῦρ ἔχοντες, οὕτω τολμηρῶς καὶ πανταχόθεν ἅμα προσπίπτοντες ἐνέβαλλον ταῖς μηχαναῖς ὥστε τοὺς Ῥωμαίους εἰς τὸν ἔσχατον παραγενέσθαι κίνδυνον, μὴ δυναμένους κατακρατῆσαι τῆς τῶν ἐναντίων ἐπιβολῆς.
此外,与他们混杂在一起的那些手持火把、麻屑和火种的人,极为大胆地从四面八方同时冲向攻城器械并纵火,以至于罗马人陷入了极度的危险中,无法压制住敌人的攻势。
§1.45.13ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς θεωρῶν ἐν μὲν τῷ κινδύνῳ πολλοὺς ἀποθνήσκοντας, οὗ δʼ ἕνεκα ταῦτʼ ἔπραττεν, οὐ δυναμένους κρατῆσαι τῶν ἔργων, ἀνακαλεῖσθαι τοὺς ἑαυτοῦ παρήγγειλε τοῖς σαλπισταῖς.
迦太基的将军看到虽然在战斗中死伤惨重,却无法夺取作为行动目标的攻城工事,便命令司号兵吹号撤退。
§1.45.14οἱ δὲ Ῥωμαῖοι παρʼ οὐδὲν ἐλθόντες τοῦ πάσας ἀποβαλεῖν τὰς παρασκευάς, τέλος ἐκράτησαν τῶν ἔργων καὶ πάντα διετήρησαν ἀσφαλῶς.
罗马人虽然差一点就丧失了所有的防御准备,但最终还是保全了工事,安全地维持了一切。