§1ὁ μὲν ἀγὼν οὗτος, ὦ ἄνδρες δικασταί, ἐρημότερος γεγένηται ἢ ἐγὼ προσεδόκων.
审判官老爷们,这场审判比我预料的要冷清得多。
πολλοὶ γὰρ ἦσαν οἱ ἀπειλοῦντες καὶ οἱ φάσκοντες Φιλοκράτους κατηγορήσειν· ὧν οὐδεὶς νυνὶ φαίνεται.
因为曾有许多人威胁并声称要指控菲洛克拉特斯,但如今他们中没有一个人出庭。
ὃ κἀμοὶ δοκεῖ οὐδενὸς ἔλαττον εἶναι τεκμήριον τῆς ἀπογραφῆς ὅτι ἀληθὴς οὖσα τυγχάνει· εἰ γὰρ μὴ πολλὰ τῶν Ἐργοκλέους εἶχε χρημάτων, οὐκ ἂν οὕτως οἷός τʼ ἦν ἀπαλλάξαι τοὺς κατηγόρους.
这在我看来,正是这份财产清单属实的最大证据;因为他若没有占有埃尔戈克莱斯的大量财产,就不可能这样轻易地打发掉那些指控者。
§2ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, πάντας ὑμᾶς ἡγοῦμαι εἰδέναι ὅτι Ἐργοκλέους διὰ τοῦτο ὑμεῖς θάνατον κατεχειροτονήσατε, ὅτι κακῶς διαθεὶς τὰ τῆς πόλεως πλέον ἢ τριάκοντα ταλάντων οὐσίαν ἐκτήσατο.
审判官老爷们,我认为你们所有人都知道,你们之所以判处埃尔戈克莱斯死刑,是因为他败坏了城邦的事务,聚敛了三十多塔兰同的财产。
καὶ τούτων τῶν χρημάτων οὐδὲν ἐν τῇ πόλει φαίνεται.
而在城邦里却看不见这些财产的一丁点踪影。
καίτοι ποῖ χρὴ τραπέσθαι ἢ ποῦ ζητῆσαι τὰ χρήματα;
然而,我们应该转向何处,又应该去哪里寻找这些钱财呢?
εἰ γὰρ παρὰ τοῖς κηδεσταῖς καὶ οἷς ἐκεῖνος οἰκειότατʼ ἀνθρώπων ἐχρῆτο μὴ φανήσεται, χαλεπῶς παρὰ τοῖς ἐχθροῖς εὑρεθήσεται.
因为如果这些钱财不出现在他的姻亲和那些他最亲密的人那里,就很难在敌人的手里被找到。
§3τίνα δὲ Ἐργοκλῆς περὶ πλείονος Φιλοκράτους ἐποιεῖτο, ἢ πρὸς τίνʼ ἀνθρώπων διέκειτο οἰκειότερον;
而埃尔戈克莱斯又比菲洛克拉特斯更器重谁,或者在所有人中与谁的关系更为亲密呢?
οὐ τῶν μὲν ὑμετέρων ὁπλιτῶν αὐτὸν ἐξήγαγε, τῶν δʼ αὑτοῦ χρημάτων ταμίαν ἐποίησε, καὶ τὸ τελευταῖον τριήραρχον αὐτὸν κατέστησε;
难道他没有将他从你们的重装步兵中提拔出来,让他担任自己财产的保管人,并最终任命他为三列桨战船船长吗?
§4καίτοι δεινὸν εἰ οἱ μὲν τὰς οὐσίας ἔχοντες ὀλοφύρονται τριηραρχοῦντες, οὗτος δὲ οὐδὲν πρότερον κεκτημένος ἐν ἐκείνῳ τῷ χρόνῳ ἐθελοντὴς ὑπέστη ταύτην τὴν λῃτουργίαν.
然而,如果那些拥有财产的人在担任三列桨战船船长时都在哀叹,而这个以前一无所有的家伙却在那个时期自愿承担了这项公益服务(公共奉仕)的话,那可真是令人惊异。
οὐκοῦν δὴ οὐχ ὡς ζημιωθησόμενον αὐτὸν τριήραρχον κατέστησεν, ἀλλʼ ὡς ὠφεληθησόμενον καὶ φυλάξοντα τὰ αὑτοῦ χρήματα, οὐκ ἔχων ὅτῳ χρὴ μᾶλλον τούτου πιστεῦσαι.
因此,埃尔戈克莱斯任命他为战船船长,显然不是为了让他蒙受损失,而是为了让他获得利益并保管自己的财产,因为他找不到比这个人更值得信任的人了。
ἡγοῦμαι δέ, §5ὦ ἄνδρες δικασταί, Φιλοκράτει δύο εἶναι καὶ μόνας ἀπολογίας·
我认为,审判官老爷们,菲洛克拉特斯只有两种辩护途径,绝无其他。
προσήκειν γὰρ αὐτῷ ἀποδεῖξαι ἢ ἑτέρους ἔχοντας τὰ Ἐργοκλέους χρήματα, ἢ ἀδίκως ἀπολωλότα ἐκεῖνον καὶ οὐδὲν ὑφῃρημένον τῶν ὑμετέρων οὐδὲ δεδωροδοκηκότα·
因为他理应证明,要么是别人占有了埃尔戈克莱斯的财产,要么是那个人被不公地处死,既没有侵吞你们的任何财产,也没有收受贿赂。
εἰ δὲ τούτων μηδέτερον ποιήσει, δεδόχθαι καταψηφίζεσθαι, καὶ μὴ τοῖς μὲν παρὰ τῶν ἄλλων λαμβάνουσιν ὀργίζεσθαι, τοῖς δὲ τὰ ὑμέτερʼ αὐτῶν ἔχουσι συγγνώμην ἔχειν.
如果他这两点都做不到,理当决定判他有罪,绝不能对那些收受他人贿赂的人感到愤怒,而对那些占有你们自己财产的人却予以宽恕。
§6τίς δʼ οὐκ οἶδεν Ἀθηναίων τρία τάλαντα περὶ Ἐργοκλέους μεσεγγυηθέντα τοῖς λέγουσιν, εἰ δύναιντο αὐτὸν σῶσαι;
在雅典人中,有谁不知道为了营救埃尔戈克莱斯,曾向那些演说家们押了三塔兰同,只要他们能救他?
οἳ ἐπειδὴ ἑώρων τὴν ὑμετέραν ὀργὴν τιμωρεῖσθαι βουλομένην, ἡσυχίαν ἦγον καὶ οὐκ ἐτόλμων σφᾶς αὐτοὺς φανεροὺς ποιῆσαι.
而那些演说家一看到你们的愤怒是要惩罚他,便保持沉默,不敢公开露面。
καὶ τὸ μὲν πρῶτον οὗτος οὐ κομιζόμενος παρʼ αὐτῶν τὰ χρήματα μηνύσειν ἔφη τῇ πόλει·
起初,这个家伙因为没能从他们那里收回这笔钱,便声称要向城邦告发。
§7ἐπειδὴ δὲ καὶ ταῦτα ἀπείληφε καὶ τῶν ἄλλων τῶν ἐκείνου κύριος γεγένηται, εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὥστε μάρτυρας πεπόρισται οἳ μαρτυρήσουσιν αὐτῷ ὡς ἦν ἔχθιστος ἁπάντων ἀνθρώπων Ἐργοκλεῖ.
然而,在他收回了这笔钱并掌控了那个人的其他财产后,他竟然厚颜无耻到这种地步,以至于准备了证人,来为他作证说他是全人类中对埃尔戈克莱斯最怀恨在心的人。
καίτοι οἴεσθʼ ἂν αὐτόν, ὦ ἄνδρες δικασταί, εἰς τοῦτο μανίας ἀφικέσθαι, ὥστε Θρασυβούλου στρατηγοῦντος καὶ Ἐργοκλέους αὐτῷ διαφερομένου ἐθελοντὴν ὑποστῆναι τριήραρχον;
然而审判官老爷们,你们认为他会陷入如此疯狂的境地,在色拉西布洛斯担任将军、且埃尔戈克莱斯与他关系恶劣的时候,还自愿承担三列桨战船船长之职吗?
πῶς γὰρ ἂν θᾶττον ἀπώλετο, ἢ πῶς ἂν μᾶλλον ἐπηρεάζετο;
因为还有什么能让他更快毁灭,或者还有什么能让他受到更大的欺凌呢?
§8περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα·
关于这些事情,说这些就足够了。
ἐγὼ δʼ ὑμᾶς ἀξιῶ ὑμῖν αὐτοῖς βοηθῆσαι, καὶ πολὺ μᾶλλον τοὺς ἀδικοῦντας τιμωρεῖσθαι ἢ τοὺς τὰ τῆς πόλεως ἔχοντας ἐλεινοὺς ἡγεῖσθαι.
但我要求你们帮助自己,宁可惩罚作恶者,也不要觉得那些占有城邦财产的人可怜。
οὐδὲν γὰρ τῶν αὑτοῦ καταθήσει, ἀλλὰ τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, καὶ πολλῷ πλείω αὐτῷ τούτων περιέσται.
因为他并不会缴纳任何属于他自己的财产,而只是把属于你们的东西还给你们,并且他手里仍将剩下比这多得多的财产。
§9καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, ὦ ἄνδρες δικασταί, εἰ τοῖς μὲν μὴ δυναμένοις τὰ σφέτερʼ αὐτῶν εἰσφέρειν ὀργίζοισθε καὶ τὰς οὐσίας αὐτῶν ὡς ἀδικούντων δημεύοιτε, τοὺς δὲ τὰ ὑμέτερα αὐτῶν ἔχοντας μὴ τιμωροῖσθε, ἀλλὰ τῶν τε χρημάτων ἀποστεροῖσθε καὶ τούτους χαλεπωτέρους ἐχθροὺς ἔχοιτε.
审判官老爷们,因为如果你们对那些无力交纳自己财产(战争税)的人发怒,并以作恶为名没收他们的财产,却不惩罚那些占有你们自己财产的人,反而任由自己的钱财被剥夺,并让这些人成为更难对付的敌人,那可真是太荒谬了。
§10ἕως γὰρ ἂν τὰ ὑμέτερα ἔχοντες σφίσιν αὐτοῖς συνειδῶσιν, οὐδέποτε ὑμῖν παύσονται κακονοοῦντες, νομίζοντες τὰς τῆς πόλεως δυστυχίας μόνας ἀπαλλαγὴν εἶναι τῶν πρὸς αὐτοὺς πραγμάτων.
因为只要他们意识到自己占有着你们的财产,他们就绝不会停止对你们怀有敌意,因为他们认为城邦的灾难是他们摆脱自身麻烦的唯一解脱。
§11ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί, οὐ μόνον περὶ χρημάτων αὐτῷ προσήκειν ἀγωνίζεσθαι, ἀλλὰ καὶ περὶ τοῦ σώματος κινδυνεύειν.
审判官老爷们,我认为他理应不仅为钱财抗辩,更应当冒着生命危险。
καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, εἰ οἱ μὲν τὰ τῶν ἰδιωτῶν ἀπολλύμενα τοῖς κλέπταις συνειδότες τοῖς αὐτοῖς ἐνέχοιντο, οὗτος δὲ τὰ τῆς πόλεως Ἐργοκλεῖ συνειδὼς κλέπτοντι καὶ ἐπὶ τοῖς ὑμετέροις δωροδοκοῦντι μὴ τῆς αὐτῆς τιμωρίας τυγχάνοι, ἀλλὰ ἆθλα λάβοι τὴν ὑπʼ ἐκείνου καταλειφθεῖσαν οὐσίαν ἀντὶ τῆς αὑτοῦ πονηρίας.
因为如果那些知情并与窃贼共谋盗取私人财产的人要承受相同的惩罚,而这个家伙明知埃尔戈克莱斯在盗窃城邦的财产并损害你们的利益收受贿赂,却得不到相同的惩罚,反而将那个人留下的遗产作为他自己作恶的奖赏,那可真是太荒谬了。
ἄξιοι δʼ ὑμῖν εἰσιν ὀργῆς, ὦ ἄνδρες δικασταί.
审判官老爷们,他们配得上你们的愤怒。
§12οὗτοι γάρ, ὅτε Ἐργοκλῆς ἐκρίνετο, ἐν τῷ δήμῳ περιιόντες ἔλεγον ὡς πεντακόσιοι μὲν αὐτοῖς εἴησαν ἐκ τοῦ Πειραιῶς δεδεκασμένοι, ἑξακόσιοι δὲ καὶ χίλιοι ἐκ τοῦ ἄστεως· μᾶλλον δὲ προσεποιοῦντο πιστεύειν τοῖς χρήμασιν ἢ δεδιέναι τὰ αὑτῶν ἁμαρτήματα.
因为当埃尔戈克莱斯受审时,这些人四处走动,在民众中宣称他们已经贿赂了来自比雷埃夫斯的五百人和来自市区的六百一千人;他们宁愿假装相信金钱的力量,也不愿害怕自己的罪行。
§13ἐκεῖ μὲν οὖν ἐπεδείξατε αὐτοῖς, ἐὰν δὲ εὖ φρονῆτε, καὶ νυνὶ τοῦτο φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε, ὅτι οὐκ ἔστι τοσαῦτα χρήματα ἃ ὑμᾶς, οὓς ἂν λαμβάνητε ἀδικοῦντας, ἀποτρέψει τιμωρεῖσθαι, καὶ μηδεμίαν αὐτοῖς ἄδειαν δώσετε τὰ ὑμέτερα αὐτῶν διαρπάζουσι καὶ κλέπτουσιν.
因此,在当时那场审判中,你们向他们证明了,如果你们明智的话,现在也同样会向所有人表明这一点:绝没有多大数量的钱财能够阻碍你们去惩罚那些被你们当场抓住作恶的人,并且你们绝不会对那些掠夺和偷窃你们自己财产的人给予任何免责。
§14ἐγὼ μὲν οὖν ταῦτα ὑμῖν παραινῶ.
因此,我向你们提出这些劝告。
πάντες γὰρ ἐπίστασθε ὅτι Ἐργοκλῆς χρηματιούμενος ἀλλʼ οὐ πρὸς ὑμᾶς φιλοτιμησόμενος ἐξέπλευσε, καὶ οὐδεὶς ἄλλος ἔχει τὰ χρήματα ἢ οὗτος.
因为你们大家都知道,埃尔戈克莱斯出航是为了发财致富,而不是为了赢得你们的尊崇,而且除了这个家伙之外,没有别人占有那些钱财。
ἐὰν οὖν σωφρονῆτε, τὰ ὑμέτερʼ αὐτῶν κομιεῖσθε.
所以,如果你们理智的话,你们就会收回你们自己的财产。