- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg029.humanitext-grc2:1-14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
フィロクラテスが、処刑されたエルゴクレスの不当な財産を隠匿したとして告発される裁判。弁論者は、被告がエルゴクレスと極めて親密な関係にあり、その財産を隠匿して私物化している証拠を示し、厳罰を求める。
ὁ μὲν ἀγὼν οὗτος, ὦ ἄνδρες δικασταί, ἐρημότερος γεγένηται ἢ ἐγὼ προσεδόκων. πολλοὶ γὰρ ἦσαν οἱ ἀπειλοῦντες καὶ οἱ φάσκοντες Φιλοκράτους κατηγορήσειν· ὧν οὐδεὶς νυνὶ φαίνεται. ὃ κἀμοὶ δοκεῖ1 οὐδενὸς ἔλαττον εἶναι τεκμήριον τῆς ἀπογραφῆς ὅτι ἀληθὴς οὖσα τυγχάνει· εἰ γὰρ μὴ πολλὰ τῶν Ἐργοκλέους εἶχε χρημάτων, οὐκ ἂν οὕτως οἷός τʼ ἦν ἀπαλλάξαι τοὺς κατηγόρους.
裁判員諸官、この裁判は、私が予想していたよりもずっと寂しいものとなりました。フィロクラテスを告発すると脅し、また主張していた者たちが多くいたにもかかわらず、彼らのうち今や誰一人として姿を現していないからです。このこと自体、今回の財産目録が真実であることの、何にも劣らぬ証拠であると私には思われます。もし彼がエルゴクレスの財産を多く所有していなかったならば、これほど見事に告発者たちを退けることはできなかったでしょうから。
ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, πάντας ὑμᾶς ἡγοῦμαι εἰδέναι ὅτι Ἐργοκλέους διὰ τοῦτο ὑμεῖς θάνατον κατεχειροτονήσατε,2 ὅτι κακῶς διαθεὶς τὰ τῆς πόλεως πλέον ἢ τριάκοντα ταλάντων οὐσίαν ἐκτήσατο. καὶ τούτων τῶν χρημάτων οὐδὲν ἐν τῇ πόλει φαίνεται. καίτοι ποῖ χρὴ τραπέσθαι ἢ ποῦ ζητῆσαι τὰ χρήματα; εἰ γὰρ παρὰ τοῖς κηδεσταῖς καὶ οἷς ἐκεῖνος οἰκειότατʼ ἀνθρώπων ἐχρῆτο μὴ φανήσεται, χαλεπῶς παρὰ τοῖς ἐχθροῖς εὑρεθήσεται.
裁判員諸官、私はあなたがた全員が次のことを知っていると考えます。すなわち、あなたがたがエルゴクレスに死刑を宣告したのは、彼が国政を悪く扱い、三十タラントン以上の財産を築いたからであるということを。そして、それらの財産は国の中に全く見当たりません。しかし、私たちはどこに目を向け、どこにその財産を捜し求めるべきでしょうか。もし彼の姻戚たちや、彼が最も親しく交際していた人々の手元に見つからなければ、敵たちの手元で見つかることは到底あり得ないでしょう。
τίνα δὲ Ἐργοκλῆς περὶ πλείονος Φιλοκράτους ἐποιεῖτο, ἢ πρὸς τίνʼ ἀνθρώπων διέκειτο οἰκειότερον; οὐ τῶν μὲν ὑμετέρων ὁπλιτῶν αὐτὸν ἐξήγαγε, τῶν δʼ αὑτοῦ χρημάτων ταμίαν ἐποίησε, καὶ τὸ τελευταῖον τριήραρχον αὐτὸν κατέστησε;
エルゴクレスは、フィロクラテスよりも誰を重んじていたでしょうか。また、人間のうち誰とより親しい関係にあったでしょうか。彼はフィロクラテスをあなたがたの重装歩兵の隊から引き抜き、自身の財産の管理人に任命し、最後には三段櫂船の船長(トリエラルコス)に据えたではありませんか。
καίτοι δεινὸν εἰ οἱ μὲν τὰς οὐσίας ἔχοντες ὀλοφύρονται τριηραρχοῦντες, οὗτος δὲ οὐδὲν πρότερον κεκτημένος ἐν ἐκείνῳ τῷ χρόνῳ ἐθελοντὴς ὑπέστη ταύτην τὴν λῃτουργίαν. οὐκοῦν δὴ οὐχ ὡς ζημιωθησόμενον αὐτὸν τριήραρχον κατέστησεν, ἀλλʼ ὡς ὠφεληθησόμενον καὶ φυλάξοντα τὰ αὑτοῦ χρήματα, οὐκ ἔχων ὅτῳ χρὴ μᾶλλον τούτου πιστεῦσαι.3 ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, Φιλοκράτει δύο εἶναι καὶ μόνας ἀπολογίας· προσήκειν γὰρ αὐτῷ ἀποδεῖξαι ἢ ἑτέρους ἔχοντας τὰ Ἐργοκλέους χρήματα, ἢ ἀδίκως ἀπολωλότα ἐκεῖνον καὶ οὐδὲν ὑφῃρημένον τῶν ὑμετέρων οὐδὲ δεδωροδοκηκότα· εἰ δὲ τούτων μηδέτερον ποιήσει, δεδόχθαι4 καταψηφίζεσθαι, καὶ μὴ τοῖς μὲν παρὰ τῶν ἄλλων λαμβάνουσιν ὀργίζεσθαι, τοῖς δὲ τὰ ὑμέτερʼ αὐτῶν ἔχουσι συγγνώμην ἔχειν.
それにしても、財産を持つ人々が三段櫂船長を務めて嘆いているというのに、それまで何も所有していなかったこの男が、あの時期に自ら進んでこの公共奉仕(レイトゥルギア)を引き受けたというのは、驚くべきことです。したがって、エルゴクレスが彼を三段櫂船長に据えたのは、彼が損失を被るためではなく、利益を得て、自分の財産を守るためであったことは明らかであり、この男以上に信頼できる者が他にいなかったからです。そして私は次のように考えます、裁判員諸官、フィロクラテスにとっての弁明は二つ、しかもそれしかないと考えます。すなわち、彼が示すべきなのは、エルゴクレスの財産を他の者が持っているということか、さもなければ、エルゴクレスが不当に処刑されたのであり、あなたがたの財産を盗んだことも、賄賂を受け取ったこともない、ということです。もし彼がこのどちらも行わないのであれば、有罪の判決を下すべきだと決定されていると見なすべきであり、他の者から賄賂を受け取る者たちには怒りを示す一方で、あなたがた自身の財産を占有している者たちを容赦するようなことがあってはなりません。
τίς δʼ οὐκ οἶδεν Ἀθηναίων τρία τάλαντα περὶ Ἐργοκλέους μεσεγγυηθέντα τοῖς λέγουσιν, εἰ δύναιντο αὐτὸν σῶσαι; οἳ ἐπειδὴ ἑώρων τὴν ὑμετέραν ὀργὴν τιμωρεῖσθαι βουλομένην, ἡσυχίαν ἦγον καὶ οὐκ ἐτόλμων σφᾶς αὐτοὺς φανεροὺς ποιῆσαι. καὶ τὸ μὲν πρῶτον οὗτος οὐ κομιζόμενος παρʼ αὐτῶν τὰ χρήματα μηνύσειν ἔφη τῇ πόλει·
アテナイ人のうち、もしエルゴクレスを救うことができるならと、弁論家たちに対して三タラントンが供託されたことを知らない者がいるでしょうか。しかし、彼らはあなたがたの怒りが処罰を求めているのを見て、沈黙を守り、自らの姿を現す勇気がありませんでした。そして当初、この男(フィロクラテス)は彼らから金を取り戻せないでいたため、それを国に告発すると言っていました。
ἐπειδὴ δὲ καὶ ταῦτα ἀπείληφε καὶ τῶν ἄλλων τῶν ἐκείνου κύριος γεγένηται, εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὥστε μάρτυρας πεπόρισται οἳ μαρτυρήσουσιν αὐτῷ ὡς ἦν ἔχθιστος ἁπάντων ἀνθρώπων Ἐργοκλεῖ. καίτοι οἴεσθʼ ἂν αὐτόν, ὦ ἄνδρες δικασταί, εἰς τοῦτο μανίας ἀφικέσθαι,5 ὥστε Θρασυβούλου στρατηγοῦντος καὶ Ἐργοκλέους αὐτῷ διαφερομένου ἐθελοντὴν ὑποστῆναι τριήραρχον; πῶς γὰρ ἂν θᾶττον ἀπώλετο, ἢ πῶς ἂν μᾶλλον ἐπηρεάζετο;
しかし、この金を取り戻し、エルゴクレスの他の財産の管理権も手に入れると、彼はこれほどの厚顔無恥に及び、自分がエルゴクレスにとって全人類の中で最も憎むべき敵であったと証言してくれる証人たちを用意したのです。しかし裁判員諸官、トラシュブロスが将軍を務め、エルゴクレスが彼と反目し合っている中で、彼が進んで三段櫂船長を引き受けるほどの狂気に陥ることがあったとあなたがたは思われますか。そんなことをすれば、これ以上ないほど早く破滅したでしょうし、これ以上ないほど虐げられたでしょうに。
περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα· ἐγὼ δʼ ὑμᾶς ἀξιῶ ὑμῖν αὐτοῖς βοηθῆσαι, καὶ πολὺ μᾶλλον τοὺς ἀδικοῦντας τιμωρεῖσθαι ἢ τοὺς τὰ τῆς πόλεως ἔχοντας ἐλεινοὺς ἡγεῖσθαι. οὐδὲν γὰρ τῶν αὑτοῦ καταθήσει, ἀλλὰ τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, καὶ πολλῷ πλείω αὐτῷ τούτων περιέσται.
さて、これらのことについてはこれで十分でしょう。私はあなたがたが自分自身を助け、国家の財産を占有している者たちを哀れみ深く思うよりも、不正を働く者たちを処罰することをはるかに強く望みます。彼は自分のものを何一つ納めるのではなく、あなたがたのものをあなたがた自身に返還するだけであり、しかもその手元にはなお、これらよりもはるかに多くのものが残るはずなのですから。
καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, ὦ ἄνδρες δικασταί, εἰ τοῖς μὲν μὴ δυναμένοις τὰ σφέτερʼ αὐτῶν εἰσφέρειν ὀργίζοισθε καὶ τὰς οὐσίας αὐτῶν ὡς ἀδικούντων δημεύοιτε, τοὺς δὲ τὰ ὑμέτερα αὐτῶν ἔχοντας μὴ τιμωροῖσθε, ἀλλὰ τῶν τε χρημάτων ἀποστεροῖσθε καὶ τούτους χαλεπωτέρους ἐχθροὺς ἔχοιτε.
裁判員諸官、自分自身の財産から分担金(エイスフォラ)を納めることのできない人々に対しては怒りを抱き、不正を働いたとして彼らの財産を没収する一方で、あなたがた自身の財産を占有している者たちを処罰せず、財産を奪われた上に、彼らをさらに厄介な敵として抱え込むことになるとすれば、それは実にもって不条理なことと言わねばなりません。
ἕως γὰρ ἂν τὰ ὑμέτερα ἔχοντες σφίσιν αὐτοῖς συνειδῶσιν, οὐδέποτε ὑμῖν παύσονται κακονοοῦντες, νομίζοντες τὰς τῆς πόλεως δυστυχίας μόνας ἀπαλλαγὴν εἶναι τῶν πρὸς αὐτοὺς πραγμάτων.
彼らはあなたがたの財産を占有しているという自覚がある限り、あなたがたに対して敵意を抱くことを決してやめないでしょう。なぜなら、国家の不幸こそが、自分たちに及ぶ追及から逃れる唯一の手段であると考えているからです。
ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί, οὐ μόνον περὶ χρημάτων αὐτῷ προσήκειν ἀγωνίζεσθαι, ἀλλὰ καὶ περὶ τοῦ σώματος κινδυνεύειν. καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, εἰ οἱ μὲν τὰ τῶν ἰδιωτῶν ἀπολλύμενα τοῖς κλέπταις συνειδότες τοῖς αὐτοῖς ἐνέχοιντο, οὗτος δὲ τὰ τῆς πόλεως Ἐργοκλεῖ συνειδὼς κλέπτοντι καὶ ἐπὶ τοῖς ὑμετέροις δωροδοκοῦντι μὴ τῆς αὐτῆς τιμωρίας τυγχάνοι, ἀλλὰ ἆθλα λάβοι τὴν ὑπʼ ἐκείνου καταλειφθεῖσαν οὐσίαν ἀντὶ τῆς αὑτοῦ πονηρίας. ἄξιοι δʼ ὑμῖν εἰσιν ὀργῆς, ὦ ἄνδρες δικασταί.
裁判員諸官、私は彼が金銭について争うだけでなく、自らの身体(生命)を賭けて危険に臨むべきであると考えます。私人の失われた財産について盗賊たちと共謀している者たちが同じ刑罰に処せられるというのに、この男が、エルゴクレスが国家の財産を盗み、あなたがたのものを巡って賄賂を受け取っていることに加担していながら、同じ刑罰を受けることなく、むしろ自らの悪行に対する報酬として、あの男が残した財産を手に入れるとすれば、それは実に不条理なことだからです。裁判員諸官、彼らはあなたがたの怒りを受けるに値します。
οὗτοι γάρ, ὅτε Ἐργοκλῆς ἐκρίνετο, ἐν τῷ δήμῳ περιιόντες ἔλεγον ὡς πεντακόσιοι μὲν αὐτοῖς εἴησαν ἐκ τοῦ Πειραιῶς δεδεκασμένοι, ἑξακόσιοι δὲ καὶ χίλιοι ἐκ τοῦ ἄστεως· μᾶλλον δὲ προσεποιοῦντο πιστεύειν τοῖς χρήμασιν ἢ δεδιέναι τὰ αὑτῶν ἁμαρτήματα.
なぜなら彼らは、エルゴクレスが裁判にかけられていた時、民衆の間を歩き回り、ペイライエウスから五百人、市内から千六百人をすでに買収したと言いふらしていたからです。彼らは自分たちの過ちを恐れるよりも、金銭の力を信頼しているかのように装っていたのです。
ἐκεῖ μὲν οὖν ἐπεδείξατε αὐτοῖς, ἐὰν δὲ εὖ φρονῆτε, καὶ νυνὶ τοῦτο φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε, ὅτι οὐκ ἔστι τοσαῦτα χρήματα ἃ ὑμᾶς, οὓς ἂν λαμβάνητε ἀδικοῦντας, ἀποτρέψει τιμωρεῖσθαι, καὶ μηδεμίαν αὐτοῖς ἄδειαν δώσετε τὰ ὑμέτερα αὐτῶν διαρπάζουσι καὶ κλέπτουσιν.
それゆえ、あの裁判においてあなたがたは彼らに示しましたし、もし賢明であるなら、今またこのことをすべての人々に明らかにするでしょう。すなわち、あなたがたが不正を働いた者たちを捕らえた時、その処罰を思いとどまらせるほどの巨万の富は存在しないということ、そして、あなたがた自身の財産を掠奪し、窃盗する者たちに対して、いかなる免責も与えないということを。
ἐγὼ μὲν οὖν ταῦτα ὑμῖν παραινῶ. πάντες γὰρ ἐπίστασθε ὅτι Ἐργοκλῆς χρηματιούμενος ἀλλʼ οὐ πρὸς ὑμᾶς φιλοτιμησόμενος ἐξέπλευσε, καὶ οὐδεὶς ἄλλος ἔχει τὰ χρήματα ἢ οὗτος. ἐὰν οὖν σωφρονῆτε, τὰ ὑμέτερʼ αὐτῶν κομιεῖσθε.
私はあなたがたにこのように勧告します。あなたがたは皆、エルゴクレスがあなたがたに対して名誉を重んじるためではなく、私腹を肥やすために出帆したこと、そしてその財産をこの男(フィロクラテス)以外の誰も持っていないことを知っているからです。したがって、もしあなたがたが理性的であるならば、あなたがた自身の財産を取り戻すことになるでしょう。
- 1ὃ κἀμοὶ δοκεῖ
関係代名詞 ὅ(中性・主格)は、前文で述べられた「かつて告発を宣言していた者たちが今は一人も法廷に現れていない」という事実全体を先行詞としており、後続の τεκμήριον(証拠)は不定詞 εἶναι の述語名詞である。
- 2Ἐργοκλέους ... θάνατον κατεχειροτονήσατε
動詞 καταχειροτονέω(有罪・刑罰を可決する)は、処罰される人(属格)と宣告される罪または刑罰(対格)を同時に支配する。ここでは人である Ἐργοκλέους が属格で、刑罰である θάνατον が対格に置かれている。
- 4ὅτῳ χρὴ μᾶλλον τούτου πιστεῦσαι
関係代名詞の与格 ὅτῳ(πιστεύω の目的語)の先行詞は省略されている。代名詞属格 τούτου(この男)は、比較級 μᾶλλον に伴う「比較の属格」として機能している(「この男以上に信頼すべき誰か」)。
- 5δεδόχθαι
完了受動不定詞。法廷の意志や決定を強く示す表現で、主節の ἡγοῦμαι(〜と考える)に依存する対格不定詞の一部であるが、「〜と(法的に)決定されている(べきである)」という決議のニュアンスを伴う。
- 7οἴεσθʼ ἂν αὐτόν ... ἀφικέσθαι
不定詞 ἀφικέσθαι に小辞 ἂν が伴うことで、主節の直説法現在 οἴεσθε(〜と思うか)のもとで反実仮想過去(「〜しただろうと」)の文脈を導いている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
