§9ὡς ἐὰν ἀκροᾶσθε αὐτῶν ἀποψηφιεῖσθε· ἀλλʼ οὐκ ἂν ἡγοῦμαι αὐτοὺς δίκην ἀξίαν δεδωκέναι, εἰ ἀκροασάμενοι αὐτῶν καταψηφίσαισθε.
担心你们若听信他们就会宣布他们无罪;相反,我认为即使你们在听信他们之后判定他们有罪,他们也并未付出应得的代价。
πῶς γάρ, ὦ ἄνδρες δικασταί, οἷς οὐδὲ ταὐτὰ καὶ ὑμῖν συμφέρει;
因为,法官们,既然对他们有利的事和对你们有利的事完全不同,又怎能不如此呢?
οὗτοι μὲν γὰρ ἐν τῷ πολέμῳ ἐκ πενήτων πλούσιοι γεγόνασιν ἐκ τῶν ὑμετέρων, ὑμεῖς δὲ διὰ τούτους πένητες.
因为这些人由于战争,靠着你们的财产由穷光蛋变成了富翁,而你们却因为他们而变得贫穷。
§10καίτοι οὐ ταῦτα ἀγαθῶν δημαγωγῶν ἐστι, τὰ ὑμέτερα ἐν ταῖς ὑμετέραις συμφοραῖς λαμβάνειν, ἀλλὰ τὰ ἑαυτῶν ὑμῖν διδόναι.
然而,在你们遭遇不幸时拿走你们的财产,并不是优秀平民领袖的做法,而是应该把他们自己的财产给你们。
καὶ γάρ τοι εἰς τοσοῦτον ἥκομεν, ὥσθʼ οἳ πρότερον ἐν τῇ εἰρήνῃ οὐδὲ σφᾶς αὐτοὺς ἐδύναντο τρέφειν, νῦν ὑμῖν εἰσφορὰς εἰσφέρουσι καὶ χορηγοῦσι καὶ οἰκίας μεγάλας οἰκοῦσι.
事实上,我们已经到了这样的地步:那些以前在和平时期连自己都养不活的人,现在却在向你们交纳战争税、担任合唱义务人,并住着豪宅。
§11καίτοι ἑτέροις ὑμεῖς ἔστιν ὅτε τὰ πατρῷα κεκτημένοις ταῦτα ποιοῦσιν ἐφθονεῖτε· νῦν δʼ οὕτως ἡ πόλις διάκειται, ὥστε οὐκέτι ὧν οὗτοι κλέπτουσιν ὀργίζεσθε, ἀλλʼ ὧν αὐτοὶ λαμβάνετε χάριν ἴστε, ὥσπερ ὑμεῖς τὰ τούτων μισθοφοροῦντες, ἀλλʼ οὐ τούτων τὰ ὑμέτερα κλεπτόντων.
然而,当别的人拥有祖传财产并做这些事时,你们有时还会嫉妒;但现在城邦的状况却是,你们不再为他们所偷窃的东西而愤怒,反而为自己所得到的而心存感激,仿佛是你们在从他们的财产中领取津贴,而不是他们在偷窃你们的财产。
§12τὸ δὲ πάντων ὑπερφυέστατον, ὅτι ἐν μὲν τοῖς ἰδίοις οἱ ἀδικούμενοι δακρύουσι καὶ ἐλεινοί εἰσιν, ἐν δὲ τοῖς δημοσίοις οἱ μὲν ἀδικοῦντες ἐλεινοί, ὑμεῖς δʼ οἱ ἀδικούμενοι ἐλεεῖτε.
而最离奇的事情在于,在私人诉讼中受害者哭泣并受到同情,但在公共诉讼中却是犯罪者受到同情,而身为受害者的你们却去同情他们。
καὶ νῦν ἴσως ποιήσουσιν ἅπερ καὶ πρότερον ἦσαν εἰθισμένοι καὶ δημόται καὶ φίλοι, κλαίοντες ἐξαιτεῖσθαι αὐτοὺς παρʼ ὑμῶν.
现在也许,正如他们以前习惯的那样,他们的同区居民和朋友会流着泪,向你们为他们求情。
§13ἐγὼ δʼ οὕτως ἀξιῶ γενέσθαι· εἰ μὲν ἀδικεῖν τούτους μηδὲν νομίζουσιν, ἀποδείξαντας ὡς ψευδῆ τὰ κατηγορημένα, οὕτως πείθειν ὑμᾶς ἀποψηφίσασθαι· εἰ δὲ νομίσαντες ἀδικεῖν αἰτήσονται, δῆλον ὅτι τοῖς ἀδικοῦσιν εὐνούστεροί εἰσιν ἢ ὑμῖν τοῖς ἀδικουμένοις, ὥστʼ οὐ χάριτος ἄξιοι τυχεῖν ἀλλὰ τιμωρίας, §14ὁπόταν ὑμεῖς δύνησθε.
但我认为应当这样:如果他们认为这些人没有做错任何事,就让他们证明指控是虚假的,并以此说服你们宣布无罪;但如果他们明知其有罪却仍来求情,显然他们对犯罪者比对作为受害者的你们更为友好,因此他们不配获得宽容,反而应当受到惩罚,当你们有能力施加惩罚的时候。
ἔτι δὲ τοὺς αὐτοὺς ἡγεῖσθαι χρὴ καὶ τῶν κατηγόρων σφόδρα δεδεῆσθαι, νομίζοντας πολὺ ἂν θᾶττον παρʼ ἡμῶν ὀλίγων ὄντων ταύτην τὴν χάριν λαμβάνειν ἢ παρʼ ὑμῶν, ἔτι δὲ ῥᾷον ἄλλους τινὰς τὰ ὑμέτερα καταχαρίζεσθαι ἢ ὑμᾶς αὐτούς γε.
此外,你们应当认为这些相同的人也曾向控告者们极力恳求,因为他们认为,从我们这少数人手里获得这一人情,要比从你们手里快得多,而且由别人把属于你们的利益慷慨送人,比你们自己这么做要容易得多。
§15ἡμεῖς μὲν τοίνυν οὐκ ἠθελήσαμεν προδοῦναι, ἀξιοῦμεν δὲ μηδʼ ὑμᾶς, ἐνθυμουμένους ὅτι σφόδρʼ ἂν ἡμῖν ὠργίζεσθε καὶ ἐτιμωρεῖσθε, ὅπου παρεπίπτομεν, ὡς εἰκὸς τοὺς ἀδικοῦντας, εἰ ἡμεῖς παρὰ τούτων ἢ χρήματα λαβόντες ἢ ἄλλῳ τινὶ τρόπῳ διηλλάγημεν.
因此,我们拒绝背叛你们,我们也要求你们不要这样做,你们应当记住:如果我们接受了这些人的钱财或者以其他方式达成和解,每当我们落入你们手中,你们就会对我们极度愤怒,并像对待犯罪者那样惩罚我们。
καίτοι εἰ τοῖς μὴ δικαίως ἐπεξιοῦσιν ὀργίζεσθε, ἦ που σφόδρα χρὴ αὐτοὺς τοὺς ἀδικοῦντας τιμωρεῖσθαι.
然而,如果你们对那些没有公正追诉的人感到愤怒,那么无疑必须对这些犯罪者本人予以最严厉的惩罚。
§16νῦν τοίνυν, ὦ ἄνδρες δικασταί, καταψηφισάμενοι Ἐπικράτους τῶν ἐσχάτων τιμήσατε, καὶ μή, ὥσπερ ἐν τῷ τέως χρόνῳ εἰθισμένοι ἐστέ, ἐπειδὰν καταψηφισάμενοι ἐξελέγξητε τοὺς ἀδικοῦντας, ἐν τῷ τιμήματι ἀζημίους ἀφίετε, ἔχθραν, οὐ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνοντες, ὥσπερ τοῦ ὀνείδους ἀλλʼ οὐ τῆς ζημίας αὐτοῖς μέλον, εὖ εἰδότες ὅτι ἐν μὲν τῇ ψήφῳ οὐδὲν ἄλλο ποιεῖτε ἢ ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐν δὲ τῷ τιμήματι τιμωρεῖσθε τοὺς ἐξαμαρτάνοντας.
因此,法官们,现在请判定埃皮克拉特斯有罪并处以极刑;不要像你们过去一直习惯的那样,在判定并揭露了犯罪者的罪行之后,在量刑阶段又免予惩罚,从而从犯罪者那里得到的只有敌意而非惩罚,仿佛他们关心的是耻辱而不是损失一样。 你们很清楚,在投票中你们除了谴责犯罪者之外什么也没做,而只有在量刑中,你们才惩罚了犯法者。